- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:68.1-68.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴饮退席后,加图回房阅读《斐多篇》并寻找佩剑;发现佩剑被移走后他勃然大怒,斥责哭泣着赶来的儿子和友人将其视同疯人并剥夺其自由与尊严。
οὕτω δὲ διαλύσας τὸ σύνδειπνον, καὶ περιπατήσας μετὰ τῶν φίλων τόν συνήθη μετὰ τὸ δεῖπνον περίπατον, καὶ τοῖς ἄρχουσι τῶν φυλάκων ἃ καιρὸς ἦν προστάξας, ἀπιὼν εἰς τὸ δωμάτιον ἤδη, τόν τε παῖδα καὶ τῶν φίλων ἕκαστον μᾶλλον ἢ πρότερον εἰώθει προσαγαγόμενος καὶ φιλοφρονηθείς, πάλιν ὑποψίαν παρέσχε τοῦ μέλλοντος.
加图就这样结束了宴会,与友人们进行了餐后例行的散步,并向警卫长官们发布了切合时局的命令;随后当他正要退入卧房时,他比往常更加深情地拥抱了他的儿子和每一位朋友,再次引起了众人对将发生之事的怀疑。
εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἔλαβεν εἰς χεῖρας τῶν Πλάτωνος διαλόγων τόν περὶ ψυχῆς· καὶ διελθὼν τοῦ βιβλίου τὸ πλεῖστον καὶ ἀναβλέψας ὑπὲρ κεφαλῆς, ὡς οὐκ εἶδε κρεμάμενον τὸ ξίφος ʽὑφῄρητο γὰρ ὁ παῖς ἔτι δειπνοῦντος αὐτοῦ, καλέσας οἰκέτην ἠρώτησεν ὅστις λάβοι τὸ ἐγχειρίδιον. σιωπῶντος δὲ ἐκείνου πάλιν ἦν πρὸς τῷ βιβλίῳ· καὶ μικρὸν διαλιπών, ὥσπερ οὐ σπεύδων οὐδὲ ἐπειγόμενος, ἄλλως δὲ τὸ ξίφος ἐπιζητῶν, ἐκέλευσε κομίσαι.
进入房间并在卧榻上躺下后,他拿起柏拉图关于灵魂的对话录;当他读完大半卷书并抬头看向上方时,发现宝剑没有挂在那里(因为他的儿子趁他还在用餐时悄悄将它拿走了),于是他叫来一名仆人,询问是谁拿走了短剑。见仆人沉默不语,加图便又转回书中;过了一小会儿,他仿佛既不着急也不慌乱,只是随意寻剑似的,命他把剑拿来。
διατριβῆς δὲ γινομένης καὶ μηδενὸς κομίζοντος, ἐξαναγνοὺς τὸ βιβλίον αὖθις ἐκάλει καθʼ ἕνα τῶν οἰκετῶν καὶ μᾶλλον ἐνέτεινε τὴν φωνὴν τὸ ξίφος ἀπαιτῶν· ἑνὸς δὲ καὶ πὺξ τὸ στόμα πατάξας ᾕμαξε τὴν αὐτοῦ χεῖρα, χαλεπαίνων καὶ βοῶν ἤδη μέγα παραδίδοσθαι τῷ πολεμίῳ γυμνὸς ὑπὸ τοῦ παιδὸς αὐτοῦ καὶ τῶν οἰκετῶν, ἄχρι οὗ κλαίων ὁ υἱὸς εἰσέδραμε μετὰ τῶν φίλων καὶ περιπεσὼν ὠδύρετο καὶ καθικέτευεν.
但拖延了许久仍无人送来,加图在读完整本书后,再次把仆人们逐个叫来,提高声音索要佩剑;他甚至用拳头击打其中一人的嘴,以致自己的手都沾满了鲜血,他勃然大怒,大声喊道,自己正被亲生儿子和仆人剥夺武装出卖给敌人。终于,儿子带着友人们哭泣着奔了进来,伏在他身上哀求痛哭。
ὁ δὲ Κάτων ἐξαναστὰς ἐνέβλεψέ τε δεινὸν καὶ πότε, εἶπεν, ἐγὼ καὶ ποῦ λέληθα παρανοίας ἡλωκώς,1 ὅτι διδάσκει μέν οὐδεὶς οὐδεὶς μεταπείθει περὶ ὧν δοκῶ κακῶς βεβουλεῦσθαι, κωλύομαι δὲ χρῆσθαι τοῖς ἐμαυτοῦ λογισμοῖς καὶ παροπλίζομαι; τί δʼ οὐχὶ καὶ συνδεῖς, ὦ γενναῖε, τόν πατέρα καὶ τὰς χεῖρας ἀποστρέφεις, μέχρι ἂν ἐλθὼν Καῖσαρ εὕρῃ με μηδὲ ἀμύνασθαι δυνάμενον;
加图站起身来,严厉地注视着他,说道: “我是何时、何地在不知不觉中被判为丧失了理智,以至于在我被认为决断不当的事上,既无人教导我,也无人劝导我改变主意,反而阻挠我运用自己的理性,并将我的武装解除?优秀的人啊,你为何不把你父亲捆绑起来,将他的双手反剪,直到凯撒来到并发现我甚至无法抵抗?
οὐ γὰρ ἐπʼ ἐμαυτόν γε δέομαι ξίφους, ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι.2
因为对付我自己,我决不需要佩剑,哪怕只是屏住呼吸片刻,或者把头朝墙上猛撞一次,也足以死去。”
- 68.4λέληθα παρανοίας ἡλωκώς
此处由 λανθάνω 与完成时分词(λέληθα... ἡλωκώς)构成,表示“不知不觉中陷入……状态”。动词 ἁλίσκομαι(完成时分词 ἡλωκώς)带有法庭断罪的法律色彩,与表示罪名或状态的属格 παρανοίας(疯癫、丧失理智)连用,意为“被判定犯有失心疯罪”。整句话构成反问:“我何时何地在毫无自知的情况下被断定为疯癫了?”
- 68.5ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι
连词 ὅπου 在此由具体的地点引申为表达情境或理由(“既然在……的情况下”,“明明……”)。非人称动词 ἔνεστι(“是可能的”)统辖不定式 ἀποθανεῖν(“死去”),而宾格分词 ἐπισχόντα 与 πατάξαντα 则充当该不定式逻辑上的主语,既泛指一般人(“一个人只要……”),又切指加图自身。
