- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:70.1-70.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图拿到匕首检验后读书入睡,确认众人顺利出航后刺胸自尽;因伤未立毙而惊动家人,在医生施救时他推开众人并亲手撕裂伤口身亡。
πρὸς ταῦτά μηθὲν ἀντειπόντες οἱ περὶ τὸν Δημήτριον, ἀλλὰ δακρύσαντες ὑπεξῆλθον. εἰσπέμπεται δὲ διὰ παιδίου μικροῦ τὸ ἐγχειρίδιον καὶ λαβὼν ἐσπάσατο καὶ κατενόησεν. ὡς δὲ εἶδεν ἑστῶτα τὸν ἀθέρα καὶ τὴν ἀκμὴν διαμένουσαν, εἰπὼν, νῦν ἐμός εἰμι,1 τὸ μὲν ξίφος ἔθηκε, τὸ δὲ βιβλίον αὖθις ἀνεγίνωσκε, καὶ λέγεται δὶς ὅλον διεξελθεῖν.
德米特里乌斯等人对此未加反驳,只是流着泪悄然退了出去。匕首随后由一个小男仆送了进来;加图接过来,拔刀出鞘并仔细察看。见尖刃笔挺、锋芒未损,便说道: “现在我属于我自己了。” 说罢便放下剑,再次阅读那卷书;据说他把整部书完整通读了两遍。
εἶτα κοιμηθεὶς ὕπνον βαθύν, ὥστε τοὺς ἐκτὸς αἰσθέσθαι, περὶ μέσας νύκτας ἐκάλει τῶν ἀπελευθέρων Κλεάνθην τὸν ἰατρὸν καὶ Βούταν, ᾧ μάλιστα πρὸς τὰς πολιτικὰς πράξεις ἐχρῆτο. καὶ τοῦτον μὲν ἐπὶ θάλατταν ἔπεμψεν, ὅπως σκεψάμενος εἰ πάντες ἀνηγμένοι τυγχάνουσι, φράσοι πρὸς αὐτόν τῷ δὲ ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην, ἐπιδῆσαι παρέσχε.2
随后他沉沉睡去,以致门外的人都能听见;到了午夜时分,他从释奴中召来了医生克莱安忒斯以及在政务中最受倚重的布塔斯。他派布塔斯前往海边,以便察看是否所有人都已起航,并向他回报;同时他把因殴打仆人而红肿的手伸给医生包扎。
καὶ τοῦτʼ ἐποίησεν ἡδίους ἅπαντας, ὡς ζωτικῶς ἔχοντος αὐτοῦ. μετʼ ὀλίγον δὲ παρῆν ὁ Βούτας ἀπαγγέλλων τοὺς μὲν ἄλλους ἀνῆχθαι, Κράσσον δὲ λείπεσθαι ὑπὸ ἀσχολίας τινός, ὅσον δὲ οὔπω3 καὶ τοῦτον ἐμβαίνειν, πολὺν δὲ χειμῶνα καὶ μέγα πνεῦμα κατέχειν τὴν θάλατταν. τοῦτο ἀκούσας ὁ Κάτων ἐστέναξεν οἴκτῳ τῶν πλεόντων, καὶ πάλιν ἔπεμψε τὸν Βούταν ἐπὶ θάλατταν, εἴ τις ἄρα παλινδρομήσας δέοιτό τινος τῶν ἀναγκαίων, ἀπαγγελοῦντα πρὸς αὐτόν.
这让所有人都感到宽慰,以为他有了生念。不久之后布塔斯返回,报告说其他人均已扬帆起航,唯独克拉苏因某些事务耽搁,不过也即将登船,而海上正被狂风暴雨笼罩。加图听闻后,出于对航海者的怜悯而叹息,并再次派布塔斯前往海边,回报是否有人折返并需要必需之物。
ἤδη δὲ ὄρνιθες ᾖδον, καὶ μικρὸν αὖθις κατηνέχθη πρὸς ὕπνον. ἐπανελθόντος δὲ τοῦ Βούτα καὶ φράσαντος πολλὴν ἡσυχίαν περὶ τοὺς λιμένας εἶναι, προσέταξεν αὐτῷ τὴν θύραν κλεῖσαι, καὶ καθῆκεν ἑαυτὸν εἰς τὸ κλινίδιον ὡς τὸ λοιπὸν ἔτι τῆς νυκτὸς ἀναπαυσόμενος.
这时鸟儿已经开始鸣唱,他又稍微入睡了片刻。待到布塔斯回来并报告说港口一带极为平静时,他吩咐布塔斯关上房门,自己躺回小床上,仿佛要在残夜里继续歇息。
ἐξελθόντος δὲ τοῦ Βούτα σπασάμενος τὸ ξίφος ἔωσε μὲν ὑπὸ τὸ στῆθος, τῇ δὲ χειρὶ κουφότερον διὰ τὴν φλεγμονὴν χρησάμενος οὐκ εὐθὺς ἀπήλλαξεν ἑαυτόν, ἀλλὰ δυσθανατῶν ἐξέπεσε τῆς κλίνης καὶ ψόφον ἐποίησε, καταβαλὼν ἀβάκιόν τι τῶν γεωμετρικῶν παρακείμενον, ὥστε τοὺς θεράποντας αἰσθομένους ἀναβοῆσαι καὶ τὸν υἱὸν αὐτίκα καὶ τοὺς φίλους ἐπεισελθεῖν.
布塔斯出去后,他拔出剑刺向胸口下方;但由于手部红肿用力较轻,未能立刻了结性命,而是在垂死的挣扎中从床上跌落下来,撞翻了身旁放置的一块用于几何学的算板,发出声响,以致仆人们察觉后惊呼起来,儿子和朋友们随即冲了进来。
ἰδόντες δὲ πεφυρμένον αἵματι καὶ τῶν ἐντέρων τὰ πολλὰ προπεπτωκότα, ζῶντα δʼ αὐτόν ἔτι καὶ βλέποντα, δεινῶς μὲν ἅπαντες ἔσχον, ὁ δὲ ἰατρὸς προσελθὼν ἐπειρᾶτο τῶν ἐντέρων ἀτρώτων διαμεινάντων ταῦτά τε καθιστάναι4 καὶ τὸ τραῦμα διαρράπτειν. ὡς οὖν ἀνήνεγκεν ὁ Κάτων καὶ συνεφρόνησε, τὸν μὲν ἰατρὸν ἀπεώσατο, ταῖς χερσὶ δὲ τὰ ἔντερα σπαράξας καὶ τὸ τραῦμα ἐπαναρρήξας ἀπέθανεν.
众人见他满身血污,大半截肠子流在体外,却依然活着并睁目相视,全都惊骇万分;医生走上前去,由于肠子未受损伤,便试图将其推回体内并缝合伤口。于是当加图苏醒过来,神志恢复清醒,便推开医生,用双手撕扯自己的肠子,重新撕开伤口,气绝身亡。
- 70.1νῦν ἐμός εἰμι
物主形容词表语结构(“现在我属于我自己/我是我自己的主人”)。ἐμός在此与εἰμι构成表语,表达加图摆脱他人强力支配、重新掌握自己生命与主权的决断。
- 70.2τῷ δὲ ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην, ἐπιδῆσαι παρέσχε
句式为 παρέχω + 人的与格 (τῷ ἰατρῷ) + 物的宾格 (τὴν χεῖρα...) + 不定式 (ἐπιδῆσαι),意为“把肿胀的手伸给医生包扎”。关系从句 ἣν ἔπληξε τὸν οἰκέτην 中,ἣν 代表同族内宾格 πληγήν,与人称宾格 τὸν οἰκέτην 构成击打动词的双宾格构造。
- 70.3ὅσον δὲ οὔπω
固定副词短语,意为“几乎立刻”、“眼看就要”,修饰其后的不定式结构 καὶ τοῦτον ἐμβαίνειν(“他也即将登船”)。
- 70.6τῶν ἐντέρων ἀτρώτων διαμεινάντων ταῦτά τε καθιστάναι
τῶν ἐντέρων ἀτρώτων διαμεινάντων 为属格绝对结构,表原因或情态(“由于内脏保持完好未损”)。其后的指示代词 ταῦτα 赘述性地复指该绝对结构中的逻辑主语(内脏),作为不定式 καθιστάναι 的直接宾语。
