- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:65.1-65.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知恺撒逼近的消息后,加图亲自安排元老院议员及市民走海路撤离,制止己方骑兵的劫掠以维持秩序,并妥善应对执意留下的儿子与一位执拗的青年。
τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο· καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθʼ ὁδὸν εἶναι, παπαὶ, εἶπεν, ὡς ἐπʼ ἄνδρας ἡμᾶς ἐκεῖνος1 καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλʼ ἕως παραμένουσιν οἱ ἱππεῖς σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ τά τε πλοῖα τοῖς ὑφʼ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.
加图在同三百人会谈完这番话后便离开了;当得知恺撒已率领全军上路时,“天哪,”他说,“那家伙冲着我们来,倒像是对付真正的男子汉呢!” 于是他转向元老院议员们,催促他们切勿拖延,而要趁着骑兵仍在时赶紧逃生。他关闭了其他的城门,只留通往海边的一道门,将船只分配给属下的人员,并整顿秩序,制止不法侵害,平息骚乱,为贫困无依之人筹措路费。
ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;
当马尔库斯·奥克塔维乌斯率领两个军团在附近安营扎寨,并派人要求加图同他就统帅权进行交涉时,加图没有给他任何答复,却对朋友们说: “看到我们在已步入毁灭之时这种争权夺利的野心依旧不减,难道我们还对国家大事何以落得这般下场感到奇怪吗?”
ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος,2 πάντες δὲ ὑπʼ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. ὁ δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατʼ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις.
在此期间,加图听说撤离的骑兵已经在掠夺乌提卡人的财物,视同战利品一般,便急忙奔向他们,截住最前面的骑兵夺下掠物;其他人则各自争先恐后地把抢来的东西抛弃放下,全都因羞愧而默默垂首退去。加图随即将乌提卡人召集入城,为三百人会求情,劝他们不要挑起恺撒对三百人会的怒火,而是要同舟共济,共同谋求彼此的安全。
εἶτα πάλιν τραπόμενος πρὸς τήν θάλατταν ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ προὔπεμπε. τὸν δὲ υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐδὲ ᾤετο δεῖν ἀποτρέπειν περιεχόμενον τοῦ πατρός,3 ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ, νέος, ἰσχυρὸς δέ τῇ γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομιμεῖσθαι τὴν ἀπάθειαν.
随后加图再次折回海边,巡视登船的人群,并同他所说服的所有朋友与客人亲切告别,送他们出海。但他未能说服儿子登船,而当儿子紧紧依附父亲时,他也认为不应强行劝阻。此外还有一个名叫斯塔提利乌斯的人,年纪尚轻,却一心想要志向坚定,模仿加图的无动于衷之境。
τοῦτον ἠξίου πλεῖν· καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ· ὡς δὲ οὐκ ἤθελεν, Ἀπολλωνίδῃ τῷ Στωϊκῷ καὶ Δημητρίῳ τῷ Περιπατητικῷ προσβλέψας ὁ Κάτων, ὑμέτερον, εἶπεν, ἔργον οἰδοῦντα τοῦτον μαλάξαι καὶ καταρτίσαι πρὸς τὸ συμφέρον αὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις τήν τε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.
加图劝他登船远航,因为此人是个公开的仇恺撒者;但他执意不肯,加图便看着斯多亚派的阿波罗尼德斯和漫步派的德米特里乌斯,“这是你们的任务,”他说,“去抚平他那膨胀的傲气,引导他顺应切身利益。” 加图自己则继续送别其余众人,为有所求的人办理诸事,整夜以及次日的大部分时间都耗费在这些事务上。
- 65.1ὡς ἐπʼ ἄνδρας ἡμᾶς ἐκεῖνος
省略了运动动词(如 ἔρχεται 或 χωρεῖ)的感叹式句式。连词 ὡς 带有“仿佛”之意,整句话含带讽刺意味,意指恺撒统领全军压境,竟像是把这群溃乱无力之人当作真正强劲的男子汉来对付。
- 65.3τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος
动词 φθάνω 搭配补充分词(ῥίπτων καὶ κατατιθέμενος)构成的惯用句式,意为“抢先做……”、“争先恐后地做……”。形象地表现了其余骑兵被加图的威严所震慑,争相抛下掠物的举动。
- 65.4περιεχόμενον τοῦ πατρός
中间语态动词 περιέχομαι 支配属格补足语(τοῦ πατρός),意为“紧贴着”、“依恋不舍”。宾格分词 περιεχόμενον 修饰不定式 ἀποτρέπειν 的逻辑宾语,即前文中的儿子(τὸν υἱόν)。
