← 普鲁塔克

小加图传

§66.1-66.4

拒绝鲁基乌斯的求情与告诫儿子远离政治

鲁基乌斯·恺撒主动提出为三百人会及加图本人出使求情,但加图拒绝僭主的恩赦,仅协助商讨救护三百人之策,并告诫儿子远离政治。沐浴时,加图获悉斯塔提利乌斯仍固执地决意留下来与自己共进退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

ἐπεὶ δὲ Λεύκιος Καῖσαρ, οἰκεῖος μὲν ὢν Καίσαρος ἐκείνου, μέλλων δὲ πρεσβεύειν ὑπὲρ τῶν τριακοσίων, παρεκάλει τὸν Κάτωνα λόγον αὐτῷ συνυποθέσθαι πιθανόν ᾧ χρήσεται περὶ ἐκείνων, ὑπὲρ σοῦ μὲν γὰρ αὐτοῦ καὶ χειρῶν ἐμοὶ καλὸν ἅψασθαι καὶ γόνασι προσπεσεῖν Καίσαρος οὐκ εἴα ταῦτά ποιεῖν ὁ Κάτων αὐτόν.

恺撒的亲戚鲁基乌斯·恺撒正打算代表三百人会出使,他请求加图帮他拟定一份为他们求情的有说服力的说辞,并说: “若是为了您自己,我甚至甘愿触碰恺撒的双手,跪倒在他的膝前。” 加图却坚决不让他这样做。

§66.2

ἐμοὶ γὰρ, εἶπεν, εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν1 πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν.2 ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει.

“因为,”他说,“我若想凭借恺撒的恩赐活命,本该由我自己单独前往他那里。但我绝不愿为僭主的不法行径向他道谢;而他以主子的身份来饶恕那些他根本无权统治的人,这本身就是不法。不过,如果你愿意,我们倒可以共同商讨你如何为这三百人求情。”

§66.3

γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε καὶ τοὺς ἑταίρους ἀπιόντι· καὶ προπέμψας ἐκεῖνον καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, καὶ τὸν υἱὸν καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ· τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι,3 καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον.

在与鲁基乌斯商议完此事后,加图将自己的儿子和同伴托付给即将动身的他。送走鲁基乌斯并握手告别后,加图回到家中,召集儿子和朋友们谈论了许多其他事情,并告诫这个年轻儿子绝不可涉足政务;因为时局已不再容许以配得上加图之名的方式行事,而以其他方式行事则是可耻的。到了傍晚时分,他便前往浴室。

§66.4

ἐν δὲ τῷ λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς καὶ μέγα φθεγξάμενος, ἐξέπεμψας, εἶπεν, ὦ Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; καὶ πέπλευκεν ὁ ἀνὴρ μηδὲ ἀσπασάμενος ἡμᾶς; πόθεν;4 εἶπεν ὁ Ἀπολλωνίδης· καίτοι πολλὰ διελέχθημεν· ἀλλὰ ὑψηλός ἐστι καὶ ἄτρεπτος, καὶ μένειν φησὶ καὶ πράττειν ὅ τι ἂν σὺ πράττῃς. πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι καὶ εἰπεῖν ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται.

沐浴时,他想起了斯塔提利乌斯,便大声喊道: “阿波罗尼德斯啊,”他说,“你可曾挫下斯塔提利乌斯那股傲气并将他送走了吗?难道那人竟连向我们告别都没有就乘船启程了吗?” “哪里的话!” 阿波罗尼德斯回答说: “我们尽管同他谈了许久,但他依旧意气昂扬、毫不动摇,声称要留下来,无论你做什么他都跟着做。” 据说加图闻言微笑道: “好罢,此事很快就会分晓了。”

语法注4 条
  1. 66.2αὐτῷ βαδιστέον ἦν

    由动词性形容词 βαδιστέον 构成的非人称句式,表示义务或必然性(“应当亲自前往”)。与格 αὐτῷ 是强调代词,指代施事(“我自己”)。未完成过去时 ἦν 充当非事实条件句的归结句谓语,此类表达必要性或义务的结构常省略 ἄν。

  2. 66.2ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν

    关系代词 ὧν 受其被省略的先行词(τούτων)影响而同化为属格。虽然 δεσπόζειν 本身也支配属格,但此处结构与前一句中的 ὧν παρανομεῖ(其中 ὧν 同化取代了充当宾语的 ἅ)形成并列呼应。

  3. 66.3τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι

    承接前文间接引语(ἀπεῖπεν 的告诫内容)的不定式从句,用以说明理由。τὸ μέν ... τὸ δέ 构成并列对比(“一方面……另一方面……”)。前半句主语为 τὰ πράγματα(“时局、政事”),作为 δέξασθαι 的主语,受词隐含为涉足政治;后半句则说明若以其他方式为之则是可耻的(αἰσχρὸν εἶναι)。

  4. 66.4πόθεν;

    字面意义为“从何处来”,在对话中是表示强烈否定或驳斥的习用口语(“哪里的话!”、“怎么可能!”),全盘否定了加图前一句关于斯塔提利乌斯是否已经启航离开的问话。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:66.1-66.4