- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:64.1-64.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图率骑兵返回后,独自会见了因惧怕报复而自陈软弱并提议为他向恺撒求情的三百人会。加图赞许了他们的善意,但拒绝了为自己求情,声称自己在正义上未尝战败且胜过了恺撒,真正被击败的反而是恺撒。
ὡς οὖν ἔχων αὐτούς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς· καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως ἀφικέσθαι πρὸς αὑτούς, οἱ δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἴων, οὐδὲ ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις.
于是,当加图率领骑兵赶到,将一部分人部署在城门,又将把守卫城交托给另一部分人时,三百人会害怕会因自己的变节而受到惩罚;他们派人去见加图,恳求他无论如何都要来到他们那里,但议员们围拢上来不予准许,并声称绝不会将他们的保护者与拯救者抛弃给背信弃义的叛徒。
σαφεστάτη γὰρ, ὡς ἔοικεν, αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐδὲ ἀπατηλὸν ἐμέμικτο τοῖς πραττομένοις ὑπʼ αὐτοῦ. πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν1 δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν.
因为在当时,看来在乌提卡的所有人心中,都同样油然升起一种对加图德行的极为清晰的体认、渴望与赞叹,认识到他的所作所为中竟没有掺杂丝毫虚假与欺骗。这个人早就决意自尽,却为了他人承受着可怕的辛劳、焦虑与阵痛,只为在将众人安置于安全境地之后,自己方能了结生命。
οὐ γὰρ ἦν ἄδηλος ἡ πρὸς τὸν θάνατον αὐτοῦ φορά, καίπερ οὐ φάσκοντος. ὑπήκουσεν οὖν τότε τοῖς τριακοσίοις παραμυθησάμενος τοὺς συγκλητικούς· καὶ μόνος ἧκε πρὸς αὐτούς χάριν ἔχειν ὁμολογοῦντας καὶ δεομένους τὰ μὲν ἄλλα χρῆσθαι καὶ πιστεύειν, εἰ δὲ Κάτωνες οὐκ εἰσὶν οὐδὲ τὸ Κάτωνος φρόνημα χωροῦσιν, οἰκτείρειν τὴν ἀσθένειαν αὐτῶν·2 ἐγνωκότες δʼ οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν· εἰ δὲ μὴ πείθοιεν, οὐδʼ αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλʼ ἄχρι ἂν ἐμπνέωσι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦτα ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι· κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν3 αὐτὸς δὲ οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφʼ ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δικαίοις· ἐκεῖνον δʼ εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον ἃ γὰρ ἠρνεῖτο πράττων4 κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.
因为他走向死亡的冲动并非隐秘,尽管他口中并未明言。于是,加图当时安抚了议员们,顺从了三百人会的请求;他独自前往他们那里,他们表达了感激,并恳求加图在其他事务上任用并信任他们,但若他们成不了加图,也容纳不下加图的崇高气概,就请怜悯他们的软弱;无论如何,既然他们已决意向恺撒求情并向他派遣使节,他们将首要且第一位地为加图请愿;而若无法说服恺撒,即使将宽恕赐予他们自己,他们也绝不接受,而要为加图战斗至最后一息。对此,加图称赞了他们的善意,并表示为了他们自身的安全,应当火速派遣使节,但绝不要替他自己求情;因为他说,哀求是属于战败者的,求饶是属于作恶者的,而他自己不仅一生未尝一败,而且在自己所追求的限度内始终是胜利者,并在崇高与正义上胜过了恺撒;相反,被捕获和被击败的乃是恺撒,因为恺撒长期以来矢口否认自己所从事的叛国行径,如今已彻底被揭穿并人赃俱获。
- 64.2ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν
ἅνθρωπος 是 ὁ ἄνθρωπος 的缩合形式(crasis),作为主句主语指代加图。完成时分词 ἐγνωκώς 支配不定词 ἀνελεῖν,表示“早已决意自尽”,构成主动词 ἐπόνει 和 εἶχεν 的转折性背景条件。
- 64.3οἰκτείρειν τὴν ἀσθένειαν αὐτῶν
间接引语中的不定词,从属于分词 δεομένους(“恳求”),与前文的不定词 χρῆσθαι καὶ πιστεύειν 构成并列。它体现了直接引语中的命令式或祈愿表达(“请怜悯我们的软弱”)在间接转述中转换为不定词的用法。
- 64.5κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν
由前文的 ἔφη 统领的间接引语结构。δέησιν 与 παραίτησιν 为宾格主语,κεκρατημένων 与 ἀδικούντων 为表特征或所属的谓语属格。还原为直接引语即为 κεκρατημένων γάρ ἐστι δέησις,意为“求情属于战败之人,求饶属于作恶之人”。
- 64.5ἃ γὰρ ἠρνεῖτο πράττων
动词 ἀρνέομαι 支配补充分词,意为“否认做过某事”。关系代词 ἃ 作分词 πράττων 的宾语,意为“他从前否认自己针对祖国所做的事”,整个关系从句构成了后续不定词 ἐξηλέγχθαι 的主语。
