← 普鲁塔克

小加图传

§63.1-63.6

加图力挽撤退骑兵并延缓一日

在乌提卡人倾向投降且骑兵提出残酷要求之际,骑兵擅自开拔离去;加图策马追赶,含泪恳求他们留守一日,以确保元老院议员能够安全撤离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63.1

ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον,1 ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν. ἐφʼ οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων.

在此期间,鲁布里乌斯忿然赶来,指控三百人会表现出极大的无序与骚动,称他们正在叛离并扰乱全城。对此,其余众人彻底对自身安危感到绝望,陷入了泪水与哀号之中;加图则竭力鼓励他们,并派人前往三百人会,命他们稍作等待。

§63.2

οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες· ἔφασαν γὰρ οὔτε Ἰόβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι· καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν.

然而骑兵派来的使者提出了绝非轻微的苛求。他们声称,他们既不需要由尤巴发饷,若有加图统率亦不惧怕恺撒;但与乌提卡人——这些善变的腓尼基人——关在一起实属险事;因为即便眼下平静,一旦恺撒进攻,他们必会协同来攻并出卖己方。

§63.3

εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω. ταῦτα ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων.

因此,若有人真需要他们协同作战并并肩驻留,就请在驱逐或诛杀全体乌提卡人之后,再召他们进入这所荡涤了仇敌与蛮族的城池。加图认为这些要求极其凶残和野蛮,但仍温和地答复说将与三百人会商议。

§63.4

καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπʼ αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μηδὲ βουλομένους· ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει2 Καίσαρος προσιόντος.

他再次进城后遇到了那些人,他们不再出于对加图的敬畏而编造借口或推诿之辞,而是公然发怒,反抗有人强迫既无能力亦无意愿的他们去与恺撒作战;甚至有人私下议论议员们,声称在恺撒逼近之际应当将他们拘禁在城中。

§63.5

ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας ὁ Κάτων παρῆκε· καὶ γὰρ ἦν ὑποκωφότερος· ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς· καὶ θεασάμενος ἤδη προκεχωρηκότας ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς.

然而加图权当作未听见而未予理睬——事实上他耳朵本就微聋;但当有人上前向他报告骑兵正要离去时,加图担心三百人会彻底铤而走险加害议员,便霍然起立与友人们一同走去;见骑兵已经走远,便策马追赶他们。

§63.6

οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετʼ αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.3

骑兵们见他驰来,欣然迎接并劝他与他们一同逃生。据说加图当时甚至落下了眼泪,为议员们苦苦哀求并伸出双手,甚至调转某些人的马头、抓住他们的兵器,直到最终说服他们至少留守那一天,为议员们提供一条安全的退路。

语法注3 条
  1. 63.1κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον

    动词 κατηγορῶ 支配被指控者属格(τῶν τριακοσίων)和指控罪名/行为的宾格(ἀκοσμίαν πολλὴν καὶ θόρυβον),意为“指控三百人会表现出极大的无序与骚乱”。

  2. 63.4ὡς καθεκτέον ἐν τῇ πόλει

    在由 ὡς 引导的间接引语从句中,动名词形容词 καθεκτέον(源自 κατέχω)作无人称用法。其逻辑上的宾语 τοὺς συγκλητικούς(议员们)从前文的 περὶ τῶν συγκλητικῶν 中承前省略并补出,意为“应当将元老院议员拘留在城中”。

  3. 63.6μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν

    动词 κατειργάσατο(促成、说服)带“宾格+不定式”结构。不定式 παρασχεῖν 的逻辑主语由指代骑兵的宾格分词 ἐπιμείναντας 充当,整个结构意为“直到他说服他们至少在当天留下来,为那些人(议员们)提供一条安全的退路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:63.1-63.6