- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:62.1-62.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图察觉到三百人会的动摇,致信援军勿近乌提卡,并亲自出城面见逃来的骑兵,恳请他们保护元老院议员并共同守城。
Ὁ δὲ Κάτων ὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκηπίωνι καὶ τῷ Ἰόβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ τῶν τριακοσίων1 ἐξέπεμψε τοὺς γραμματοφόρους. τῶν δὲ ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας.
然而加图虽察觉到他们的动摇,却未加诘难,而是给西庇阿与尤巴写信,告诫因对三百人会的不信任而勿要靠近乌提卡,随后打发了信使。与此同时,从战役中逃脱的骑兵们——其人数不可小觑——驰抵乌提卡,向加图派来了三名并未带有来自全体的一致意见的使者。
οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ἰόβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὥρμηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην παριέναι. ταῦτα ὁ Κάτων ἀκούσας τοῖς μὲν τριακοσίοις ἐκέλευσε προσέχειν Μᾶρκον Ῥούβριον, ἀτρέμα τὰς ἀπογραφὰς τῶν ἐλευθερούντων δεχόμενον καὶ μὴ προσβιαζόμενον, αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης, καὶ τοῖς ἱππάρχοις ἐνέτυχε δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους μηδὲ Ἰόβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας2 εἰς πόλιν οὔτε κατὰ κράτος ἁλώσιμον εἰς ἔτη τε πάμπολλα σῖτον καὶ τὴν ἄλλην παρασκευὴν ἔχουσαν.
因为有些人决意前往尤巴那里,有些人则倾向于归附加图,还有些人甚至对进入乌提卡心存恐惧。加图闻讯后,命令马尔库斯·鲁布里乌斯监视这三百人,平静地接纳那些释放奴隶者的登记,而不行强迫;他自己则率领元老院议员们走出乌提卡城外,会见骑兵军官们,恳求他们切莫抛弃如此众多的罗马元老院议员,亦莫要选择尤巴代替加图作为统帅,而是应当进驻这座非强攻所能攻克、拥有供用多年的粮食及其他储备的城池,以求同生共济并救护他人。
ταῦτα δὲ καὶ τῶν συγκλητικῶν δεομένων καὶ δακρυόντων οἱ μὲν ἵππαρχοι διελέγοντο τοῖς ἱππεῦσιν, ὁ δὲ Κάτων ἐπὶ χώματός τινος καθίσας μετὰ τῶν συγκλητικῶν ἀνέμενε τὰς ἀποκρίσεις.
在元老院议员们亦流泪作此哀求之际,骑兵军官们去与骑兵们商议,而加图则与议员们一同坐在一道土垒上,等待着他们的答复。
- 62.1ἀπιστίᾳ τῶν τριακοσίων
ἀπιστίᾳ 是表示原因的与格(“由于对三百人会的不信任”)。其后的属格 τῶν τριακοσίων 是针对名词 ἀπιστία 的宾格性属格,意指“对三百人会的不信任”,而非三百人会自身所怀的不信任。
- 62.3παρελθόντας
虽然前面有与格 τοῖς ἱππάρχοις,但由于不定式 σῴζεσθαι ... καὶ σῴζειν 的逻辑主语涵盖了包括骑兵军官在内的全军,因此按照对格不定式结构的常规,采用了对格阳性复数分词 παρελθόντας,而未被吸引至与格。
