← 普鲁塔克

小加图传

§61.1-61.4

三百人会的动摇与拘捕议员的企图

元老院议员虽积极武装奴隶备战,但重资财的三百人会因畏惧凯撒而发生动摇,主张投降,多数人甚至密谋拘捕议员以平息凯撒之怒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61.1

ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων,1 ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν·

因此,加图决定暂且扣留信使,直到探明那三百人会的意向为止。因为元老院议员们固然热情高昂,立即释放奴隶并武装他们;但那三百人都是些从事航海贸易与放贷借贷之人,其财产的大半都在奴隶身上,故而加图的言辞在他们心中停留不久便消散殆尽了。

§61.2

καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους ὁ μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας ὁ Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς. τίνες γὰρ, ἔφασαν, ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν;

正如疏松多孔的物体容易吸热,而一旦火源移开便冷却并将热量重新散失一样,他们也是如此:当亲眼看见加图时,加图便重新燃起并温暖了他们,然而当他们私下自行权衡时,对凯撒的恐惧便将他们对加图和崇高美德的敬畏驱逐一空。 “究竟,”他们说道,“我们算什么人,而我们拒绝服从命令的对手又是谁?

§61.3

οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης ᾧ Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας;2 καὶ δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλʼ ἔτι νῦν, ὦ μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους.

这不正是整个罗马人的大权均已归集于其一身的凯撒吗?我们之中既没有西庇阿,也没有庞培或加图;然而在所有人因恐惧而思虑卑屈于常态的时刻,我们却要作为罗马人自由的捍卫者,从乌提卡向加图与伟大的庞培逃亡时向其拱手让出意大利的那个人开战吗?难道我们要为了对抗凯撒而解放奴隶,而我们自己拥有的自由也不过是听凭凯撒意愿施舍的分量吗?不,不幸的人们哪,哪怕到了现在,我们也应当认清自己,向胜者求和,派遣使者去乞求宽恕。”

§61.4

ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι3 τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.

三百人中最为温和的人提出了这番劝告;然而绝大多数人却图谋暗算元老院议员,打算一旦将这些人擒获,便借以平息凯撒对他们自身的怒火。

语法注3 条
  1. 61.1τῶν δὲ τριακοσίων

    置于句首的属格 τῶν δὲ τριακοσίων 跨越了中间插入的原因分句(ἅτε δὴ...),在句法上受动词 ἐξερρύησαν 支配,作表示分离的属格(意为“从这三百人心中流逝/溜走”)。其前置是为了与前句的 οἱ μὲν γὰρ ἀπὸ βουλῆς 形成鲜明的对比。

  2. 61.3ᾧ Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας

    与格关系代词 ᾧ 的先行词(如 ἐκείνῳ)被省略,作为主动词 πολεμοῦμεν 所要求的与格补足语(“对……作战”)。同时,ᾧ 在其自身的关系从句中兼作动词 ὑφεῖτο 的与格补足语;ὑφεῖτο 要求所让与对象用与格(ᾧ),被放弃的事物用属格(τῆς Ἰταλίας)。

  3. 61.4ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι

    连词 ὡς 与将来时分词 ἱλασόμενοι 连用,表示行为主体的主观意图或盘算(“意图/借以平息……”)。其间嵌入了带有不定过去祈愿式的条件从句 εἰ τούτους συλλάβοιεν(“如果逮捕了他们”),从过去视点表达了一种在间接引语或心理想法中的假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:61.1-61.4