- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:60.1-60.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
听众为加图的气度所折服,纷纷表示愿倾力相助,但加图拒绝通过法令强行释放奴隶,仅接受主人自愿释放的适龄者;随后,隐藏在附近的朱巴与西庇阿分别来信询问其行动计划。
τοιαῦτα τοῦ Κάτωνος εἰπόντος, ἦσαν μὲν οἱ καὶ τοῖς λόγοις ἀγόμενοι πρὸς τὸ θαρρεῖν, οἱ δὲ πλεῖστοι πρὸς τὸ ἀδεὲς καὶ γενναῖον αὐτοῦ καὶ φιλάνθρωπον ὀλίγου δεῖν ἐκλαθόμενοι τῶν παρόντων, ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα1 καὶ πάσης κρείττονα τύχης, ἐδέοντο χρῆσθαι καὶ σώμασιν αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις, ὅπως αὐτὸς ἔγνωκε· κρεῖττον γὰρ ἐκείνῳ πειθομένους ἀποθανεῖν ἢ σώζεσθαι προδόντας ἀρετὴν τοσαύτην.
加图讲完这番话后,有些人确实因其言辞而深受鼓舞、重拾勇气;但绝大多数人面对他毫无惧色、高尚而仁德的气概,几乎忘却了当下的危局,认定只有他才是不败的领袖、凌驾于一切命运之上,因而恳求他按照他自己的意愿任意使用他们的身体、财产与兵器;因为在他们看来,听从他的号令而死,远胜过背弃如此崇高的美德以苟活。
εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν ὁ Κάτων οὐ γὰρ εἶναι νόμιμον οὐδὲ δίκαιον, αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχεσθαι.2 γενομένων δὲ πολλῶν ὑποσχέσεων κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο.
当有人提议应当通过决议赐予奴隶自由,且多数人纷纷赞同之时,加图却表示自己决不会这样做,因为这既不合乎法律,亦不正当;然而若是主人自行释放奴隶,他愿意接纳适龄者入伍。在众人纷纷作出诸多承诺之后,他命愿意登记者自行登记,随后便退席离去。
καὶ μετὰ μικρὸν ἧκεν αὐτῷ γράμματα παρὰ Ἰόβα καὶ Σκηπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετʼ ὀλίγων ἐρωτῶντος ὅ τι πράττειν δέδοκται τῷ Κάτωνι· καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν,3 Σκηπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.
不久之后,朱巴与西庇阿的信函送达他处。朱巴带着少数随从隐蔽在山中,询问加图决意如何行事,并表示若加图弃守乌提卡,他便会在外等候,若加图遭到围困,他便会率军来援;而西庇阿则停泊在离乌提卡不远的一处岬角,为了同样的意图静观其变。
- 60.1ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα
尽管主句主语为名词主格(οἱ πλεῖστοι),但在此处由表主观认定或理由的 ὡς 引导宾格分词 ὄντα,修饰其逻辑主语/宾语 τοῦτον(指加图)。这种结构表达了人群内心的主观看法(“认定只有他才是不败的领袖”)。
- 60.2αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχεσθαι
此处延续了由 οὐκ ἔφη 所统领的间接引语,不定式 δέχεσθαι 作间接陈述的核心动词。句首的独立属格 αὐτῶν... ἀφιέντων 相当于一个条件从句(“若是主人自行释放”),而宾格短语 τοὺς ἐν ἡλικίᾳ(“适龄者”)则作 δέχεσθαι 的直接宾语。
- 60.3περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν
此处为转述朱巴信件内容的间接引语,不定式 περιμενεῖν 与 ἐπιβοηθήσειν 的逻辑主语为朱巴。修饰加图的分词格位各有不同:宾格分词 ἐκλιπόντα 是 περιμενεῖν 的直接宾语(“在外等候放弃乌提卡的他”);而与格分词 πολιορκουμένῳ 则作复合动词 ἐπιβοηθήσειν 所要求的与格补足语(“前来援助被围困的他”)。
