- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:59.1-59.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在萨普苏斯惨败的消息引发恐慌之际,加图平息了乌提卡城内的骚乱,召集罗马商人组成的三百人会等众人集会,发表演说规劝大家保持团结,并将选择抗争以卫自由抑或顺应时局投降的决定留给他们自行抉择。
τούτων προσπεσόντων ἡ μὲν πόλις, οἷον εἰκὸς ἐν νυκτὶ καὶ πολέμῳ, πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν1 ἔκφρων γενομένη μόλις ἑαυτὴν ἐντὸς τειχῶν κατεῖχεν, ὁ δὲ Κάτων προελθὼν τότε μέν, ὡς ἑκάστοις ἀπήντα διαθέουσι καὶ βοῶσιν, ἐπιλαμβανόμενος καὶ παραμυθούμενος ἀφῄρει τοῦ δέους τὸ περιθαμβὲς καὶ ταραχῶδες, ὡς οὐ τηλικούτων ἴσως γεγονότων, ἀλλὰ ἐπὶ μεῖζον αἰρομένων τῷ λόγῳ, καὶ κατέστησε τὸν θόρυβον·
当这些消息骤然而至时,该城正如在黑夜与战乱中所料想的那样,听闻此等噩耗几乎陷入狂乱,难以自制于城垣之内。然而加图亲自走出,在当时每逢奔走呼号之人,便上前阻拦并加以抚慰,向他们表明事态或许并非如此严重,只是在传闻中被夸大了,以此消除了众人恐惧中极度惊惶与混乱的成分,从而平息了骚乱。
ἅμα δʼ ἡμέρᾳ τοὺς τριακοσίους οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ πραγματευομένους ἀπὸ ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου, καὶ παῖδας αὑτῶν, ἔτι δὲ συλλεγομένων ἐκείνων προσελθὼν ἀθορύβως καὶ μετὰ εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν. ἦν δὲ ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, τόξων, ὁπλιτῶν.
黎明时分,他向自己作为咨议机关的“三百人会”(他们虽是罗马人,但在利比亚从事贸易与放贷)以及所有在场的元老院成员及其子弟传令,命他们前往朱庇特神庙集会。当他们还在陆续汇集时,他神色平静安详地走上前去,宛如未曾发生任何异变一般,手中拿着一卷文书阅读着。那是一份军需物资、兵器、粮食、弓箭与重装步兵的清册。
ἐπεὶ δὲ συνῆλθον, ἀρξάμενος ἀπὸ τῶν τριακοσίων καὶ διελθὼν πολὺν ἔπαινον τῆς προθυμίας αὑτῶν καὶ τῆς πίστεως, ἣν ἐπεδείξαντο καὶ χρήμασι καὶ σώμασι καὶ βουλαῖς ὠφελιμώτατοι γενόμενοι, παρεκάλει μὴ διαλυθῆναι ταῖς ἐλπίσιν ἕκαστον αὑτῷ φυγὴν ἰδίαν ἢ ἀπόδρασίν τινα ποριζόμενον. ἂν γὰρ ἐν ταὐτῷ συμμένωσι, καὶ πολεμούντων ἧττον καταφρονήσειν Καίσαρα, καὶ φείσεσθαι μᾶλλον δεομένων.
当他们到齐之后,他先从三百人讲起,极力称赞他们的热忱与忠诚——他们曾以资财、躯体与谋略作出了极大的贡献;继而规劝他们切莫放弃希望而自行溃散,各谋私下的逃遁或脱险之路。因为只要他们同心协力团结在一起,倘若作战,恺撒便不敢过于小觑;倘若求和,恺撒亦会给予更多宽宥。
βουλεύεσθαι δʼ ἐκέλευεν αὐτοὺς ὑπὲρ αὑτῶν, οὐδέτερα μεμψόμενος, ἀλλʼ εἰ μὲν τρέποιντο τῇ γνώμῃ πρὸς τὴν τύχην, τῆς ἀνάγκης θησόμενος τὴν μεταβολήν2 ἱσταμένων δὲ πρὸς τὰ δεινὰ καὶ δεχομένων τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, οὐκ ἐπαινεσόμενος μόνον, ἀλλὰ καὶ θαυμασόμενος τὴν ἀρετὴν, καὶ παρέξων ἑαυτὸν ἄρχοντα καὶ συναγωνιζόμενον, ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι,3 πολλῶν δʼ αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς ἀνθελκόμενον, Ἰβηρίας τε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον, αὐτῆς τε τῆς Ῥώμης οὔπω διʼ ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλʼ ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.4
他让他们自行决议自身的去留,声称无论他们作何抉择,自己皆不加责怪:如果他们屈从于命运,他会将这种转变归因于势所必然;但若他们敢于正视危难,甘愿为自由承担风险,他不仅将赞扬,更将钦佩他们的美德,并甘愿充任他们的统帅与并肩作战的战友,直至他们彻底探明祖国最终的命运为止——这祖国并非乌提卡,亦非哈德鲁梅图姆,而是罗马;罗马凭借自身的伟岸,往往能从更惨烈的挫败中重整旗鼓;况且他们眼前尚有诸多有利于自存与安全的条件,其中最重大的便是他们所对抗之人正被各方局势所牵制:西班牙已在小庞培麾下掀起叛乱,而罗马自身因未习于受人钳制,尚未彻底吞下缰绳,反而深感耻辱,随时准备随着每一次局势变动而一并起事。因此危难绝非应当逃避之物,反而应当向敌人学习,那敌人在施行极大的不义时尚且不惜性命;而他们自身则截然不同,战争的未卜之数于他们而言,成功则通向至福之生,受挫则归于至荣之死。
οὐ μὴν ἀλλʼ ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθʼ ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.
然而他又说,他们务须自行商议,并与他们一同祈愿:为了回报他们过往的品德与热忱,他们所作出的决议能够带给他们福泽。
- 59.1μικροῦ δεῖν
意为“几乎”、“差一点”的习用不定式副词短语,修饰 ἔκφρων γενομένη,表示全城“几乎陷入狂乱”。
- 59.4τῆς ἀνάγκης θησόμενος τὴν μεταβολήν
带属格的述语结构(τίθημι + 宾格 + 属格),意为“将……归因于……”。此处指加图将他们心意上的转变(τὴν μεταβολήν)归咎于势所必然(τῆς ἀνάγκης)。
- 59.5ἣν οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι
间接引语中嵌入的关系代词与不定式复合结构:关系代词 ἣν 指代先行词 πατρίδος,并作为不定式 ἀναφέρεσθαι(重振、恢复)的主格性宾格,其间的 οὐκ Ἰτύκην οὐδὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην 作同位修饰。
- 59.6οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν
承接前文间接引语的对比性不定式结构。不定式 τελευτᾶν 的宾格主语为 τὴν ἀδηλότητα τοῦ πολέμου(战争的未卜难料)。οὐχ ὥσπερ ἑαυτοῖς 引出敌我之间的对照:敌人为大不义而舍弃性命,而他们自己(ἑαυτοῖς)若是成功则成至福之生,若是失败则归至荣之死。
