← 普鲁塔克

小加图传

§6.1-6.4

加图的饮酒习惯简朴风尚与对友人的慷慨

本段记叙了加图在宴席上的饮酒习惯及西塞罗为其所作的机智辩护,他以朴素的服饰与行为公然抵制当时奢靡风尚的做法,以及将巨额遗产无息慷慨借予友人的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης,1 καὶ κατʼ ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον.

在宴席上,他会为分得的份额抓阄;若是落选,当友人们催请他先取时,他便说阿芙洛狄忒既不赞成,这样做便是不合规矩的。起初,他只喝一次酒便结束宴饮,但随着时间的推移,他变得极度纵饮,以致常常在酒杯边度日直至黎明。

§6.2

αἰτίαν δὲ ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις.2 διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν ὁ Κικέρων, ἐκεῖνο δὲ οὐ λέγεις, εἶπεν, ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;

友人们称其原由在于国事和政务;因为加图整日忙于这些,无法进行学术交谈,便在夜间借着饮酒之机与哲人相处。因此,当某个迈米乌斯在聚会中声称加图整夜酗酒时,西塞罗接过话头,“难道你没说那件事吗,”他说道,“他连白天也整天掷骰子玩乐?”

§6.3

καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν,3 πολλάκις δʼ ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετʼ ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλὰ ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δὲ ἄλλων ἀδόξων καταφρονεῖν.

总的来说,加图认为自己应当走一条与当时的生活和习俗相反的道路,因为它们腐败堕落,需要重大的变革。当他看到那种极度鲜亮扎眼的紫色受到追捧时,自己却穿着暗紫色的衣服;午餐后,他常常光着脚、不穿贴身短袍走到公众场合,这并非借此奇行猎取名声,而是让自己习惯于仅对可耻之事感到羞耻,并鄙弃其余的不体面。

§6.4

καὶ κληρονομίαν δὲ αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων, ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.

此外,当他从堂兄弟加图那里继承了一笔百塔兰屯的遗产时,他将其变现为银钱,无息借给有需要的友人使用;甚至有些人还在加图本人提供并出面担保的情况下,将加图的田产和奴隶抵押给了公库。

语法注3 条
  1. 6.1ἀκούσης τῆς Ἀφροδίτης

    独立属格结构,意为“在阿芙洛狄忒不赞同的情况下”。此处暗指掷骰子或抽签游戏中以阿芙洛狄忒(维纳斯)命名的最佳点数未曾掷出,说明加图拒绝违背神意或抽签结果而破例先取。

  2. 6.2πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις

    由动词 ἔλεγον 引导的间接引语结构。关系代词 οἷς 指代前文的 τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα,分词 ὄντα 与 κωλυόμενον 修饰不定式 συγγίνεσθαι 的逻辑主语 τὸν Κάτωνα(宾格),整句表述“加图整日专注于公务,无法探讨论学,因此在夜间与哲人相聚”。

  3. 6.3καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν

    这是一个长句,句子的核心骨干是主语 ὁ Κάτων 与主动词 ἐφόρει(“加图身穿……”)。修饰主语的分词 οἰόμενος(“认为……”)统辖不定式短语 δεῖν βαδίζειν;在插入由 ὡς 引导的分词原因短语(οὖσι ... δεομένοις)以及时间/原因从句 ἐπεὶ ... ἑώρα 之后,才最终落到主动词上,形成了较为复杂的隔置结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:6.1-6.4