← 普鲁塔克

小加图传

§7.1-7.3

婚约遭西庇阿夺取与迎娶阿提莉娅

加图与莱皮达订婚却被西庇阿夺走,他放弃诉讼而以抑扬格诗大骂对方,随后迎娶了阿提莉娅。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἐπεὶ δὲ ὥραν ᾤετο πρὸς γάμον ἔχειν, οὐδεμιᾷ γυναικὶ συνεληλυθώς, ἡρμόσατο Λεπίδαν, πρότερον μὲν ἐγγυηθεῖσαν Σκηπίωνι Μετέλλῳ, τότε δὲ ἀπειπαμένου τοῦ Σκηπίωνος καὶ τῆς ἐγγύης λυθείσης σχολάζουσαν. οὐ μὴν ἀλλὰ πρὸ τοῦ γάμου μεταμεληθεὶς πάλιν ὁ Σκηπίων καὶ πάντα ποιήσας ἔλαβε τὴν κόρην.

当加图认为自己到了结婚的年龄时,由于此前从未与任何女子同房过,便同莱皮达订了婚。她先前曾许配给西庇阿·梅特卢斯,但当时西庇阿已经退婚,婚约解除,因而她是自由之身。然而,在婚礼之前西庇阿又反悔了,用尽一切手段娶了这位姑娘。

§7.2

ὁ δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαείς ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δὲ οἱ φίλοι τοῦτο ἐκώλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους πολλὰ τὸν Σκηπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δὲ ἀκόλαστον ἀφεὶς καὶ παιδαριῶδες.

加图大为恼火,怒火中烧,企图通过诉讼来追究此事;但由于友人们阻止了这一做法,他在愤怒与年轻气盛之下转向抑扬格讽刺诗,借用阿基罗科斯的辛辣尖刻,却摒弃了其中放荡而孩子气的部分,对西庇阿大加侮辱。

§7.3

ἔγημε δὲ Ἀτιλίαν, Σερρανοῦ θυγατέρα, καὶ ταύτῃ πρῶτον συνῆλθεν, οὐ μόνῃ δέ, καθάπερ Λαίλιος, ὁ Σκηπίωνος ἑταῖρος· ἀλλʼ εὐτυχέστερος? ἐκεῖνος, ἐν πολλοῖς οἷς ἐβίωσε χρόνοις1 μίαν ἣν ἔγημεν ἐξ ἀρχῆς γνοὺς γυναῖκα.2

后来他娶了塞拉努斯的女儿阿提莉娅,并与她初次同房,但并未像西庇阿的朋友莱利乌斯那样只守着她一人;反而那位莱利乌斯更加幸运,在他活过的漫长岁月里,只亲近过最初明媒正娶的一位妇人。

语法注2 条
  1. 7.3ἐν πολλοῖς οἷς ἐβίωσε χρόνοις

    先行词名词(χρόνοις)被纳入关系从句的末尾,且关系代词(οἷς)受到先行词与格的吸引而与之保持同格。其逻辑结构为 ἐν πολλοῖς χρόνοις οὓς ἐβίωσε(“在他生活的漫长岁月中”)。

  2. 7.3μίαν ἣν ἔγημεν ἐξ ἀρχῆς γνοὺς γυναῖκα

    分词 γνοὺς(主格单数阳性)的宾语是由被插入的关系从句 ἣν ἔγημεν ἐξ ἀρχῆς 所隔开的 μίαν ... γυναῖκα。动词 γιγνώσκω 在此处委婉地表示与女性发生性关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:7.1-7.3