- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:5.1-5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当保民官试图改动波尔基亚巴西利卡时,加图违背初衷来到法庭进行抗辩,凭借其刚劲的演说与气节赢得了人们的惊叹。胜诉后,他再度退回沉默,过着艰苦操练肉体并在患病时严格自制的生活。
ἡ δὲ καλουμένη Πορκία βασιλικὴ τιμητικὸν ἦν ἀνάθημα τοῦ παλαιοῦ Κάτωνος, εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν1 ὑφελεῖν αὐτὸν ἢ μεταστῆσαι. τοῦτο Κάτωνα πρῶτον εἰς ἀγορὰν ἄκοντα προήγαγεν· ἀντέστη γὰρ αὐτοῖς, καὶ πεῖραν ἅμα τοῦ λόγου καὶ τοῦ φρονήματος δούς ἐθαυμάσθη.
所谓的波尔基亚巴西利卡,是老加图任监察官时所作的奉献之物。保民官们向来习惯于在那里办公,因见一根柱子似乎妨碍了他们的座位,便决定将其拆除或移往别处。此事迫使加图第一次违背本意来到了广场;因为他挺身抗拒他们,同时展现出自己的演说手腕与崇高气节,赢得了人们的赞赏。
καὶ γὰρ ὁ λόγος νεαρὸν μὲν οὐδὲν οὐδὲ κομψὸν εἶχεν, ἀλλʼ ἦν ὄρθιος καὶ περιπληθὴς καὶ τραχύς, οὐ μὴν ἀλλὰ2 καὶ χάρις ἀγωγὸς ἀκοῆς ἐπέτρεχε τῇ τραχύτητι τῶν νοημάτων, καὶ τὸ ἦθος αὐτοῦ καταμιγνύμενον ἡδονήν τινα καὶ μειδίαμα τῷ σεμνῷ παρεῖχεν οὐκ ἀπάνθρωπον. ἡ δὲ φωνὴ μεγέθει μὲν ἀποχρῶσα καὶ διαρκὴς εἰς τοσοῦτον ἐξικέσθαι δῆμον, ἰσχὺν δὲ καὶ τόνον ἄρρηκτον εἶχε καὶ ἄτρυτον· ἡμέραν γὰρ ὅλην εἰπὼν πολλάκις οὐκ ἀπηγόρευσε.
事实上,他的演说没有丝毫稚嫩与矫饰,而是刚直、充实而粗粝的;然而,一种引人入胜的雅致却漫溢于思想的粗犷之上,他的品性与之相融,更为庄严注入了一种并非冷酷的愉悦与微笑。他的嗓音宏大而持久,足以传遍如此众多的民众,并且具有不可摧折、不知疲倦的力量与张力;因为他屡次讲上一整天也未曾力竭认输。
τότε δʼ οὖν κρατήσας τῆς δίκης πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν καὶ τὴν ἄσκησιν συνέστειλε· καὶ διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι καὶ καύματα καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς πᾶσαν ὥραν ἄτερ ὀχήματος, τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν ὁ Κάτων ἐν μέρει προσδιαλεγόμενος, περιπατῶν αὐτὸς ὀχουμένων.3 θαυμαστῇ δὲ καὶ περὶ τὰς νόσους ὑπομονῇ μετʼ ἐγκρατείας ἐχρῆτο· πυρέττων γὰρ μόνος ἐφʼ ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.
当时,他在诉讼中获胜后,便再度退回到沉默与修练之中。他用剧烈的操练锻炼身体,使自己习惯于光着头忍受酷暑与风雪,并在任何时节出门行走时都不乘车辆。与他同行的友人们骑着马,而加图则常常轮流伴行在每个人身旁,在他们骑行之际自己徒步行走并与之交谈。对于疾病,他也以惊人的耐受与自制来应对;因为发烧之时,他会独自一人度日,不准任何人靠近,直到感觉病势明显减轻并出现好转为止。
- 5.1εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν
开头的完成时分词 εἰωθότες(“习惯于……”)的主语 οἱ δήμαρχοι 置于独立属格结构 καὶ κίονος ... δοκοῦντος(“由于柱子似乎阻碍了……”)之前,并直接充当主句动词 ἔγνωσαν(“决定”)的主语。分词短语与独立属格相嵌套后引出主动词。
- 5.2οὐ μὴν ἀλλὰ
惯用短语 οὐ μὴν ἀλλά 意为“然而”、“尽管如此”。它转折了前文关于其演说直截、粗粝而缺乏华饰的描述,引出其思想中同时具备的优雅与亲和力。
- 5.3περιπατῶν αὐτὸς ὀχουμένων
主格分词 περιπατῶν(修饰主语加图)与属格分词 ὀχουμένων(充当独立属格,指代前文的 τῶν φίλων)形成鲜明对照,生动展现了“友人们骑行而他本人步行”的并列对比态势。
