- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:58.1-58.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图制止了西庇阿毁灭乌提卡的企图并接管城防,将该城打造为坚固的后勤据点,然而他主张持久战的进言遭到西庇阿的轻视与嘲弄。随后,西庇阿军在萨普苏斯会战中被恺撒彻底击溃的噩耗传来。
ἐπεὶ μέντοι τὴν ἀρχὴν ὁ Σκηπίων παραλαβὼν εὐθὺς ἐβούλετο Ἰόβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καί κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν ὁ Κάτων, ἀλλὰ μαρτυρόμενος καί κεκραγὼς ἐν τῷ συνεδρίῳ καί θεοκλυτῶν μόλις ἐξείλετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους·
然而,当西庇阿接掌统帅权后,立即因讨好尤巴而企图将乌提卡城中的青壮年男子屠杀殆尽,并以该城心向恺撒为由将其夷为平地,加图对此绝不容忍;他在会议中力陈抗议、大声疾呼并呼求神明,才好不容易从他们的残暴中解救了那些百姓。
καί τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος,1 ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς μήτε ἄκουσα μήτε ἑκοῦσα Καίσαρι προσγένοιτο. καί γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καί διαρκὲς τοῖς ἔχουσιν ἔτι δὲ μᾶλλον ὑπὸ τοῦ Κάτωνος ἐρρώσθη. καί γὰρ σῖτον εἰσήγαγεν ὑπερβάλλοντα πλήθει καί κατεσκεύαζε τὰ τείχη πύργους ἐπαιρόμενος καί τάφρους ὀχυρὰς καί χαρακώματα πρὸ τῆς πόλεως βαλλόμενος.
其后,一方面因市民的恳求,另一方面因西庇阿的要求,加图承担起了驻守该城的重任,以防该城无论情愿与否倒向恺撒。因为此地对据守者而言各方面都极有战略价值且能自给自足,而在加图的主持下更被大大巩固。他运入了极大量的粮食,加固了城墙,筑起城楼,并在城前挖设深壕、立起栅栏。
Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δὲ ἄλλους ἐν τῇ πόλει συνεῖχεν, ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μηδὲ πάσχειν κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καί χρήματα καί σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καί ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον.
对于乌提卡人,他命令成年男子交出武器后居住在栅栏工事之内,而将其余人留置城内,严加看护,使他们不致遭受罗马人的侵害与暴行。他又向军营中的将士运送了大量的军械、钱财与粮草,总括而言是将该城作为整场战事的军需库。
ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.2
加图早先向庞培提出、此时又向西庇阿提出的建议——即切勿同这位骁勇可怕的战将交战,而当利用时间,任凭时间消磨专制权力借以施展威力的全盛锐气——西庇阿却因刚愎自用而对之嗤之以鼻。他甚至曾致信谴责加图怯懦,质问他是否不仅自己甘于安坐于城郭壁垒之中,而且还不准别人顺应时机果敢地施行谋略。
πρὸς ταῦτα ὁ Κάτων ἀντέγραψεν ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καί ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν, καί Καίσαρα μεθιστάναι καί τρέπειν ἀπʼ ἐκείνων πρὸς αὑτόν, ὡς δὲ καί τούτων ὁ Σκηπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον.3
对此加图回信道,他准备亲自率领自己带到利比亚的重装步兵与骑兵渡海前往意大利,以此调离恺撒,使之离开他们而转向自己。但见西庇阿对此亦加以嘲弄,加图便十分明显地对让出统帅权懊悔不已,深知西庇阿既无法善加用兵,哪怕侥幸取胜,在得胜后也绝不可能对同胞公民保持宽厚节制。
διὸ καὶ γνώμην εἶχεν ὁ Κάτων, καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν ὑπὲρ τοῦ πολέμου διʼ ἀπειρίαν καί θρασύτητα τῶν ἡγεμόνων, εἰ δʼ οὖν εὐτυχία τις γένοιτο καί καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καί πικρίαν τοῦ Σκηπίωνος, ἤδη τότε δεινὰς καί ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς.
因此加图抱定心意,并对亲信友人言道:因将领们的无能与鲁莽,他对战事不抱良望;即便出现某种转机而推翻了恺撒,他也绝不留居罗马,而必逃离西庇阿的残酷与刻毒——西庇阿在当时已对许多人发出可怕而狂妄的威胁。
ἀπέβη δὲ μᾶλλον ἢ προσεδόκα· καί περὶ ἑσπέραν βαθεῖαν ἧκέ τις ἀπὸ στρατοπέδου τριταῖος ἀγγέλλων ὅτι μάχης μεγάλης πρὸς Θάψῳ γενομένης διέφθαρται παντάπασι τὰ πράγματα καὶ κρατεῖ Καῖσαρ τῶν στρατοπέδων, Σκηπίων δὲ καί Ἰόβας σὺν ὀλίγοις ἐκπεφεύγασιν, ἡ δὲ ἄλλη δύναμις ἀπόλωλε.
然而结局比他预料的来得更糟(更快):夜色深沉之时,一人历经三日从营地赶来报信,称在萨普苏斯发生了一场大会战,局势已彻底崩溃,恺撒攻占了诸营地,西庇阿与尤巴仅带少数随从逃脱,其余部队则全军覆没。
- 58.2τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος
τὰ μέν ... τὰ δέ 为副词性宾格,意为“一方面……,另一方面……”或“部分因为……,部分因为……”,其后分别连接了独立属格结构 αὐτῶν δεηθέντων 与 τοῦ Σκηπίωνος ἀξιοῦντος,用以表达加图承担守城职责的双重原因。
- 58.4εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς
接在动词短语 ὀνειδίζων ἔγραψεν(责难致信)之后的连词 εἰ,用于引出抱怨或责难的内容与理由(相当于间接疑问或情感动词后的从属节,“责难其是否……”)。节内使用否定词 μή,构成 μὴ μόνον ... ἀλλὰ μηδέ(不仅……而且连……也不)的对应结构。
- 58.5πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον
主句采用了人称句式 δῆλος ἦν + 分词 ἀχθόμενος(“加图显然深感懊恼/不快”)。其后由 ὡς 引导的宾格分词结构(独立宾格:ὡς οὔτε ... χρησόμενον ... οὔτε ... ἐσόμενον)表达了加图的主观判断或心念理由(“认为西庇阿既不会……也不会……”)。其中的 ἂν παραλόγως εὐτυχήσῃ 则是修饰将来分词 ἐσόμενον 的虚拟语气条件从句。
