← 普鲁塔克

小加图传

§57.1-57.3

压制尤巴之傲与让指挥权于西庇阿

加图在傲慢的尤巴国王面前将居中的尊位让给政敌西庇阿并调解了将领间的矛盾,并在被推戴为全军统帅时恪守宪制官阶,将指挥权让予前任执政官西庇阿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

τὰ δὲ πράγματα κακῶς εἶχε τοῖς περὶ Σκηπίωνα καί Οὐᾶρον, ἐκ διαφορᾶς καί στάσεως ὑποδυομένοις καί θεραπεύουσι τὸν Ἰόβαν, οὐκ ἀνεκτὸν ὄντα βαρύτητι φρονήματος καί ὄγκῳ διὰ πλοῦτον καί δύναμιν ὅς γε Κάτωνι πρῶτον ἐντυγχάνειν μέλλων μέσον ἔθηκε τὸν ἑαυτοῦ θρόνον τοῦ Σκηπίωνος καί τοῦ Κάτωνος.

与此同时,西庇阿与瓦卢斯一方的局势十分不妙,由于内部不和与争斗,他们不得不屈从并奉承尤巴;而尤巴依仗财富与权势,其骄横傲慢已令人无法容忍。尤巴在初次与加图会面时,竟将自己的坐席安放在西庇阿与加图的正中间。

§57.2

ὁ μέντοι Κάτων ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκηπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καί βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ Κάτωνος, εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι.1 τότε δʼ οὖν καί τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ τοὺς περὶ τὸν Σκηπίωνα, κἀκείνους διήλλαξεν.

然而加图一见此景,便搬起自己的坐席挪到了另一侧,将西庇阿置于正中位置,尽管西庇阿是加图的政敌,甚至还出版过诋毁加图的书籍。(然而人们对此举却丝毫不予重视,反倒责难他在西西里出于崇敬哲学而在散步时让菲洛斯特拉托斯居于中间。)无论如何,加图在当时制止了尤巴把西庇阿一行人几乎视同己方总督的专横举动,并使他们〔西庇阿一行人〕重归于好。

§57.3

ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκηπίωνα καί Οὐᾶρον ἐξισταμένων καί παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐδὲ ἑαυτὸν ἀντιστράτηγον ὄντα παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ ὁ Σκηπίων ἀπεδέδεικτο, καί θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος.2

当众人都要求加图统领全军,且西庇阿和瓦卢斯等人首先让贤并交出统帅权时,加图却表示,自己绝不会践踏大家为之与践踏者开战的法律,而且在前任执政官在场的情况下,他也绝不以身为前任裁判官之姿将自己置于其前。因为西庇阿已被任命为前任执政官,而且多数人由于这个名字而大受鼓舞,坚信若有一位西庇阿在利比亚统兵必能克敌制胜。

语法注2 条
  1. 57.2εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι.

    这是叙述者转入现在时态的插入性议论。在“εἶτα τοῦτο μέν... εἰ δέ...”(然而对这件事……若对……却……)的对照结构中,主要动词“τίθενται”与“ἐγκαλοῦσι”是以当时的世论或批评者为泛指主语的现在时。它将人们对加图礼让西庇阿这一雅量的无视,与因加图优待哲学家而横加指责的偏狭构成了鲜明对比。

  2. 57.3κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος

    将来时不定词“κατορθώσειν”由“θάρσος εἶχον”(抱有信心)统辖,充当间接引语;而“ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος”则是带有条件意味的属格绝对结构(“若西庇阿在利比亚统兵,他们必将获胜”),反映了罗马军民迷信西庇阿家族在非洲战事中战无不胜的心理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:57.1-57.3