- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:56.1-56.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知庞培死讯后,加图应将士的恳请接掌指挥权,率军徒步穿越荒漠,前往阿非利加与当地集结的元老院派势力会合。
τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον ἢ Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευομένους, ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων ἀγγέλλοντι τὴν ἐπʼ Αἰγύπτου τοῦ πατρὸς τελευτήν.
加图推测大庞培已逃往埃及或利比亚,急于与他会合,便率领所有人扬帆启航,但起初航行时,他允许那些不愿热心从军的人离去并留下;抵达利比亚并沿岸航行时,他遇见了庞培幼子塞克斯图斯,后者带来了其父在埃及身亡的消息。
πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου Κάτωνος παρόντος οὐδὲ ἀκούειν ἄλλον ἡγεμόνα,1 διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτείρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστη τε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην· ἐδέξαντο γὰρ ἐκεῖνον, ὀλίγαις ἡμέραις ἔμπροσθεν ἀποκλείσαντες Λαβιηνόν.
于是众人都极度悲恸;但庞培既死,只要加图在场,便无人肯服从其他统帅。因此加图也因羞愧与怜悯,不忍将这批忠诚经受过考验的勇士抛弃在异乡无依无靠、进退维谷,遂承担起指挥权并进驻昔兰尼;因为城中居民接纳了他,尽管数日前他们曾将拉比埃努斯拒之门外。
ἐνταῦθα πυνθανόμενος Σκηπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπὸ Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὔαρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών, πολλὴν δὲ λείαν ἐλαύνων, ἔτι δὲ ἅρματα καὶ τοὺς καλουμένους Ψύλλους ἐπαγόμενος, οἳ τά τε δήγματα τῶν θηρίων ἰῶνται τοῖς στόμασιν ἕλκοντες τὸν ἰόν, αὐτά τε τὰ θηρία κατεπᾴδοντες ἀμβλύνουσι καὶ κηλοῦσιν.
在此地,他得知庞培的岳父西庇阿已获尤巴国王收留,且庞培曾任命的利比亚长官阿提乌斯·瓦卢斯亦率军与他们在一起,便在隆冬时节徒步出发,搜集了许多驮水的驴子,赶着大批牲畜,还带上了大车以及所谓的普叙利人;他们用嘴吸出毒液来医治毒兽咬伤,并念诵咒语使毒兽驯服平静。
ἡμέρας δὲ συνεχῶς ἑπτὰ τῆς πορείας γενομένης πρῶτος ἡγήσατο μήτε ἵππῳ μήτε ὑποζυγίῳ χρησάμενος. ἐδείπνει δὲ καθήμενος ἀφʼ ἧς ἡμέρας τὴν κατὰ Φάρσαλον ἧτταν ἔγνω καὶ τοῦτο τῷ λοιπῷ προσέθηκε πένθει, τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων.2 ἐν δὲ Λιβύῃ διαγαγὼν τοῦ χειμῶνος ἐξήγαγε τὴν στρατιάν ἦσαν δὲ μυρίων ὀλίγον ἀποδέοντες.
行军连续进行了七天,加图始终走在队伍最前列,既不乘马也不骑用驮畜。自得知法萨卢斯战败之日起,他便坐着用餐,并在其余的哀悼举措之外又增添了这一条:除睡觉外绝不斜卧。在利比亚度过余冬后,他率军开拔,其兵力仅略少于一万人。
- 56.2οὐδὲ ἀκούειν ἄλλον ἡγεμόνα
动词 ἀκούω 通常支配属格表示“听从、顺从”,此处则支配宾格(ἄλλον ἡγεμόνα)。在希腊化及罗马时代希腊语中,它常可直接带宾格表示“服从/承认某人为统帅”。
- 56.4τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων
带冠词不定式短语 τὸ μὴ κατακλιθῆναι 作为指示代名词 τοῦτο 的同位语。介词性连词 πλήν 后面的分词 καθεύδων 采用主格,是因为不定式未明示的逻辑主语与主句主语(加图本人)一致,从而产生了主格同化(格引向)现象。
