- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:55.1-55.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培将后方防务交托给加图后前往决战,法萨卢斯战败后,加图率军撤至克耳基拉,并出面制止了愤怒的年轻庞培,挽救了欲离去的西塞罗的性命。
ἐπεὶ δὲ Καίσαρα διώκων Πομπήϊος εἰς Θεσσαλίαν ἀνεζεύγνυε πολλὰ καταλιπὼν περὶ Δυρράχιον ὅπλα καὶ χρήματα καὶ σώματα συγγενῆ καὶ οἰκεῖα, πάντων ἀπέδειξεν ἡγεμόνα καὶ φύλακα τὸν Κάτωνα πεντεκαίδεκα σπείρας ἔχοντα στρατιωτῶν διὰ πίστιν ἅμα καὶ φόβον τοῦ ἀνδρός, ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται.1
当庞培追击恺撒前往色萨利时,他在杜拉基乌姆周围留下了大量武器、钱财以及亲属和亲近之人,他任命统率十五个步兵大队的加图为这一切的主管与守卫,这既出于对他的信任,又出于对他的畏惧;因为庞培认为,自己若战败,加图将是所有人中最可靠的,但若取胜,加图若在场便不会容许他随心所欲地处置政务。
πολλοὶ δὲ καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἀπερρίφησαν ἐν Δυρραχίῳ μετὰ Κάτωνος. γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων ὡς, εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ πορρωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος. εἰ δὲ σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν.2
许多显贵人士也同加图一起被留置在杜拉基乌姆。法萨卢斯战败后,加图心中打定主意:倘若庞培已经阵亡,他便将同伴渡回意大利,而自己则流亡在距僭政最远之处度日;倘若庞培幸存,他无论如何也要为他保全这支力量。
οὕτω δὴ διαβαλὼν εἰς Κέρκυραν, ὅπου τὸ ναυτικὸν ἦν, ἐξίστατο μὲν Κικέρωνι τῆς ἀρχῆς ὡς ὑπατικῷ στρατηγικός, οὐ δεξαμένου δὲ Κικέρωνος, ἀλλʼ ἀπαίροντος εἰς Ἰταλίαν, ἰδὼν τὸν Πομπήϊον3 ὑπʼ αὐθαδείας καὶ φρονήματος ἀκαίρου βουλόμενον κολάζειν τοὺς ἀποπλέοντας, πρώτῳ δὲ μέλλοντα τῷ Κικέρωνι προσφέρειν τὰς χεῖρας, ἐνουθέτησεν ἰδίᾳ καὶ κατεπράϋνεν, ὥστε τὸν Κικέρωνα περισῶσαι σαφῶς ἐκ θανάτου καὶ τοῖς ἄλλοις ἄδειαν παρασχεῖν.
于是他渡海来到海军所在的克耳基拉,身为前任裁判官的他本欲依照位阶将指挥权让给身为前任执政官的西塞罗;但西塞罗并未接受,而是正要启航前往意大利,加图见庞培出于蛮横与不合时宜的傲慢想要惩处离航之人,甚至准备首先对西塞罗下手,便私下规劝并抚平了他的怒气,从而显然将西塞罗从死地中救出,并为其他人提供了安全保障。
- 55.1ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται
与格分词 ἡττωμένῳ 指代主句主语(庞培自身),为具有条件意味的关涉与格('若自己战败')。不定式 εἶναι 的宾格语义主语是上下文中的加图;后半句的不定式复合句(μὴ ἐπιτρέψειν παρόντα)中,宾格分词 παρόντα 修饰加图并作为 ἐπιτρέψειν 的逻辑主语。整句在庞培战败(ἡττωμένῳ)与获胜(εἰ δὲ νικῴη)两种假设情境下,对称性地对比了加图在场的作用。
- 55.2οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων ὡς, εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ πορρωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος· εἰ δὲ σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν
短语 οὕτως ἵσταμαι τοῖς λογισμοῖς 是惯用表达,意为'经深思熟虑后拿定主意/确立方针'。由 ὡς 引出的三个将来分词(περαιώσων, βιωσόμενος, διαφυλάξων)表示意图与计划。条件从句中的祈愿语气(τεθνήκοι, σῴζοιτο)属于间接引语中的斜法祈愿,由过去叙述背景下的完成时与现在时直陈式(或虚拟式)转变而来。
- 55.3ἰδὼν τὸν Πομπήϊον
此处带有定冠词的'庞培'并非指在法萨卢斯战役后逃往埃及方向的大庞培,而是指当时在克耳基拉统领部分舰队的长子格奈乌斯·庞培(小庞培)。后文对其'蛮横与不合时宜的傲慢'的性格描写亦符合这位年轻统领的激进行为。
