- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:54.1-54.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图出使亚细亚后返回庞培阵营,庞培本打算将舰队指挥权交予他,却因忌惮战后加图会要求自己交权而改任比布鲁斯。尽管如此,加图在战前以充满哲思的演讲极大地激励了全军士气,并在众人庆贺战果时,独自为同胞相残而痛哭悲叹。
ἐκπεμφθεὶς δὲ εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκούλλου παιδίον ἐξ ἐκείνης γεγονός, ἠκολούθησε γὰρ αὐτῷ χηρεύουσα, καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως.
他被派往亚细亚,以便协助当地聚集船只和军队的人,他带上了妹妹塞耳维莉娅以及她与留库鲁斯所生的幼子;因为她在守寡后便跟随了他,并通过自愿置身于加图的监护、流转与生活方式之下,极大地洗刷了针对她放荡行为的诽谤。
ἀλλʼ ὅ γε Καῖσαρ οὐδὲ τῶν ἐπʼ ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο. πρὸς μὲν οὖν τἆλλα τοῦ Κάτωνος οὐδὲν, ὡς ἔοικεν, ἐδεήθησαν οἱ Πομπηΐου στρατηγοί, Ῥοδίους δὲ πειθοῖ προσαγαγόμενος καὶ τὴν Σερβιλίαν αὐτόθι καὶ τὸ παιδίον ἀπολιπών ἐπανῆλθε πρὸς Πομπήϊον, ἤδη πεζικῆς τε λαμπρᾶς καὶ ναυτικῆς δυνάμεως περὶ αὐτὸν οὔσης.
然而,恺撒在攻击加图时,甚至没有放过关于她的中伤。庞培手下的将领们看来在其他方面完全不需要加图,但他通过劝说争取到了罗得岛人,并将塞耳维莉娅和幼子留在当地后,回到了庞培军中;此时庞培麾下已拥有一支由步兵与海军组成的壮观军队。
ἔνθα δὴ καὶ μάλιστα τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι1 Πομπήϊος, ὥρμησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ· ταχὺ δὲ ἐννοήσας ἢ διδαχθεὶς ὑπὸ τῶν φίλων ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε ναύαρχον.
正是在这时,庞培的真实意图似乎暴露得最为彻底。因为他原本决意将舰队的指挥权交托给加图——可供作战的舰船就不下五百艘,利布尔尼亚快船、侦察艇与露天轻舟更是不计其数;但他很快便意识到,抑或是经朋友点拨得知:对加图而言,一切政务的头等大事便是使祖国获得自由,倘若他掌握了如此巨大的力量,那么在击败恺撒的当天,他也同样会要求庞培放下武器并遵从法律。因此,尽管庞培已与加图谈过此事,还是改变了主意,任命比布鲁斯为海军统帅。
οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας·2 ἀλλὰ καὶ λέγεται πρός τινα μάχην πρὸ τοῦ Δυρραχίου αὐτοῦ τε Πομπηΐου παρορμῶντος τὴν δύναμιν, καὶ τῶν ἄλλων ἕκαστον ἡγεμόνων εἰπεῖν τι καὶ προτρέψασθαι κελεύοντος, ἀργῶς καὶ σιωπῇ τοὺς στρατιώτας ἀκούειν, Κάτωνος δὲ μετὰ πάντας ὅσα καιρὸν εἶχε τῶν ἀπὸ φιλοσοφίας ἀκούειν λεγομένων περὶ ἐλευθερίας καὶ ἀρετῆς καὶ θανάτου καὶ δόξης διελθόντος αὐτοπαθῶς, καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας,3 τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηΐου χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα.
然而,庞培并未因此察觉到加图的热情有所减退。据说,在杜拉基乌姆城前的一场战斗前,庞培亲自鼓舞部队,并令其他各位将领也各自说几句激励士气的话,士兵们却听得漫不经心且默不作声;但在所有人之后,加图满怀真情地畅谈了哲学中关于自由、美德、死亡与荣耀的一应切合时宜的言论,并在最后转而祈求诸神,仿佛诸神正亲临并俯瞰这场保卫祖国的战斗,全军顿时群情激昂,爆发出一阵震天的呼喊与巨大的骚动,以至于所有的指挥官都满怀希望冲向危险;尽管他们击溃并战胜了敌军,恺撒的守护神却利用了庞培面对胜利时的过分谨慎与犹疑,夺走了彻底的胜利。
ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηΐου γέγραπται. χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον ὁ Κάτων ἀπεδάκρυε τὴν πατρίδα, καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπʼ ἀλλήλων πεπτωκότας.
这些事迹已在《庞培传》中有所记载。然而,在所有人都在欢庆并夸大这一战果时,加图却为祖国落泪,并哀叹那毁灭性且不祥的权力欲,因为他看到许多优秀的公民竟倒在彼此的手中。
- 54.3τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι
形容词 κατάφωρος(被识破的、暴露的)后接表示范畴或关于的属格 τῆς γνώμης(心意、意图)。与 ἔδοξε γεγονέναι 连用,构成表语结构,意为“庞培的真实意图似乎暴露得最为彻底”。
- 54.5οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας
知觉动词 αἰσθάνομαι 后接属格宾语(τῆς προθυμίας)及补足性的形容词表语(ἀμβλυτέρας),意为“察觉到加图的热情变得迟钝”。介词短语 παρὰ τοῦτο 在此表示原因(“因为这件事”),与否定短语 οὐ μήν... γε 呼应。
- 54.6ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας
在 ὥστε 引导的结果从句中,不定式 ὁρμῆσαι(冲向)的逻辑主语为对格的 τοὺς ἡγεμόνας(将领们)。修饰语 πάντας ἐλπίδων μεστούς(全都满怀希望)与被修饰词 τοὺς ἡγεμόνας 形成了倒装离隔(hyperbaton),结构为“以至于所有将领全都满怀希望地冲向险境”。
