← 普鲁塔克

小加图传

§53.1-53.4

加图服丧与奔赴庞培军营

内战爆发后,加图终身守丧致哀;为避免西西里免遭战乱摧残,他主动撤离并前往杜拉基乌姆与庞培会合。在军中,他极力主张拖延战事以图和解,并推动通过禁止洗劫属邑和屠杀罗马同胞的人道决议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53.1

ἀπʼ ἐκείνης δὲ λέγεται τῆς ἡμέρας μήτε κεφαλὴν ἔτι κείρασθαι μήτε γένεια μήτε στέφανον ἐπιθέσθαι, πένθους δὲ καὶ κατηφείας καὶ βαρύτητος ἐπὶ ταῖς συμφοραῖς τῆς πατρίδος ἓν σχῆμα νικώντων ὁμοίως καὶ νικωμένων1 ἄχρι τελευτῆς διαφυλάξαι. τότε δὲ κλήρῳ λαχὼν Σικελίαν διέβη μὲν εἰς Συρακούσας, πυθόμενος δὲ Ἀσίννιον Πολλίωνα παρὰ τῶν πολεμίων ἀφῖχθαι μετὰ δυνάμεως εἰς Μεσσήνην ἔπεμψε, λόγον ἀπαιτῶν παρʼ αὐτοῦ τῆς διαβάσεως.

据说,自那一天起,他再也不曾修剪头发,不曾剃除胡须,也不曾戴上花冠;面对祖国的灾祸,无论己方胜利还是战败,他都将这身戴孝、沉郁而肃穆的仪表一直保持到死。当时,他通过抽签分得西西里,便渡海前往叙拉古;在得知敌方的阿西尼乌斯·波利奥已率军抵达墨西拿后,他派人前去,要求对方交代渡海前来的理由。

§53.2

ἀνταπαιτηθεὶς δὲ λόγον ὑπʼ ἐκείνου τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ Πομπήϊον ἀκούσας ἐκλελοιπότα παντελῶς Ἰταλίαν ἐν Δυρραχίῳ στρατοπεδεύειν, πολὺν ἔφη περὶ τὰ θεῖα πλάνον εἶναι καὶ ἀσάφειαν, εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.2

然而对方反过来要求他解释政局突变的缘由;加图又听闻庞培已完全撤离意大利,正在杜拉基乌姆扎营,便慨叹神意的安排充满了迷茫与晦暗,因为庞培在过去行事毫无正当与公正可言时未尝一败,如今想要拯救祖国并为自由而战,幸运却弃他而去。

§53.3

Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν,3 ἄλλης δὲ μείζονος ἐπερχομένης δυνάμεως οὐ βούλεσθαι τὴν νῆσον ἐμπολεμῶν ἀπολέσαι, χωρεῖν δὲ πρὸς τὸ κρατοῦν καὶ σῴζεσθαι παραινέσας Συρακουσίοις ἐξέπλευσεν. ἀφικόμενος δὲ πρὸς Πομπήϊον ἀεὶ μὲν εἴχετο μιᾶς γνώμης, χρονοτριβεῖν τὸν πόλεμον, ἐλπίζων διαλύσεις καὶ μὴ βουλόμενος ἐν ἀγῶνι χείρω γενομένην τὴν πόλιν αὐτὴν ὑφʼ αὑτῆς παθεῖν τὰ ἔσχατα, σιδήρῳ διακριθεῖσαν.

因此他表示,自己固然有能力将阿西尼乌斯逐出西西里,但在另一支更为庞大的军队逼近之际,他不愿通过诉诸战争来毁掉这座岛屿;他劝告叙拉古人归顺得势者以保全自身,随后便乘船离去。在抵达庞培军中后,他始终坚持一种主张,即拖延战事;他寄希望于达成和解,不愿看到城邦在交锋中落于下风后,自相残杀,由刀剑裁决而遭受灭顶之灾。

§53.4

ἄλλα δὲ τούτων ἀδελφὰ Πομπήϊον ἔπεισε καὶ τοὺς συνέδρους ψηφίσασθαι, μήτε πόλιν ὑπήκοον Ῥωμαίων διαρπάζειν μήτε ἄνδρα Ῥωμαῖον ἔξω παρατάξεως ἀναιρεῖν ἃ καὶ δόξαν ἤνεγκε καὶ προσηγάγετο πολλοὺς τῇ Πομπηΐου μερίδι, τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ ἥμερον ἀσπασαμένους.

此外,他还劝说庞培和元老们通过了其他与此类似的法令:既不得洗劫任何从属于罗马的城邑,也不得在战场之外杀害任何罗马人。这些举措不仅带来了声誉,也使许多人感念他的宽厚与温和,从而归附了庞培一方。

语法注3 条
  1. 53.1νικώντων ὁμοίως καὶ νικωμένων

    无显式主语名词或代词的独立属格结构,起概括性或非人称作用,意为“无论己方胜败”。分词 νικώντων 与 νικωμένων 形成对照,强调无论战局成败,加图终生服丧的姿态始终如一。

  2. 53.2εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.

    接在表示困惑和感叹的词语之后、表示“竟然……”的 εἰ 引导的从句。宾语成分 Πομπήϊον ... ἀήττητον γενόμενον 被提前至从句句首,与支配它的主谓结构(谓语 προλέλοιπε 和主语 τὸ εὐτυχεῖν)被一系列插入性的关系从句与时间从句(ἐν οἷς ... / ὅτε ...)大幅隔开,构成严重的倒装与隔置结构(hyperbaton)。其骨干结构为 τὸ εὐτυχεῖν προλέλοιπε Πομπήϊον(“幸运竟离弃了庞培”)。

  3. 53.3Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν

    间接引语中的“主格加不定式”结构(nominativus cum infinitivo)。由于不定式 εἶναι 的主语与主句动词 ἔφη 的主语(加图本人)一致,因此其表语形容词采用了主格形式 δυνατὸς 而非宾格 δυνατὸν。此外,Σικελίας 是由动词 ἐκβαλεῖν(逐出)所支配的表示分离的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:53.1-53.4