← 普鲁塔克

小加图传

§52.1-52.5

内战爆发与同玛尔契娅复婚

恺撒进军的消息传来后,元老院和庞培转向早已料到危机的加图求助,加图建议将全权托付给庞培。庞培出逃后,加图与守寡并继承巨富的玛尔契娅复婚以照料家室,随后追随庞培出征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.1

ὡς δὲ Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπʼ ἐκεῖνον ἀφεώρων, οἵ τε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην.

然而,当阿里米努姆被攻占,并有消息传出恺撒正率军进逼罗马城时,此刻所有人——无论是民众还是庞培——都把目光投向了他,视他为自始至终唯一预见、并且最早公然道破恺撒企图的人。

§52.2

εἶπεν οὖν ὁ Κάτων· ἀλλὰ εἴ γε οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν, ἄνδρες, οὔτʼ ἂν ἕνα ἐφοβεῖσθε νῦν οὔτε ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε. Πομπηΐου δὲ εἰπόντος μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δὲ αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν ὁ Κάτων ἑνὶ Πομπηΐῳ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι· τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.1

于是加图说: “可是,诸位,倘若你们当中有人曾听从我始终预言并劝告的话,你们如今既不会畏惧一个人,也不会把希望寄托在一个人身上。” 庞培说加图的话更有先见之明,但自己本人的行事更显友善;加图则建议元老院将政务全权委托给庞培一人,因为制造巨大灾祸的人,同样也理当负责平息它们。

§52.3

ὁ μὲν οὖν Πομπήϊος οὔτε δύναμιν ἔχων ἑτοίμην οὔτε οὓς κατέλεγε τότε προθύμους ὁρῶν ἐξέλιπε τὴν Ῥώμην, ὁ δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ. τῆς οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων ἀνέλαβε πάλιν τὴν Μαρκίαν χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς· ὁ γὰρ Ὁρτήσιος θνῄσκων ἐκείνην ἀπέλιπε κληρονόμον.

于是庞培因手头没有现成的军力,又见当时征召的人毫无斗志,便撤离了罗马。加图决定追随并与他一同逃难,遂将小儿子送往布鲁提翁地区的穆纳提乌斯那里避难,而将长子带在身边。由于他的家宅和女儿们需要监护人,他便重新迎娶了守寡且拥有巨额财富的玛尔契娅;因为霍尔滕西乌斯临终时立她为遗产继承人。

§52.4

εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ τῷ Κάτωνι2 φιλοπλουτίαν προφέρει καὶ μισθαρνίαν ἐπὶ τῷ γάμῳ. τί γὰρ ἔδει παραχωρεῖν δεόμενον γυναικός ἢ τί μὴ δεόμενον αὖθις ἀναλαμβάνειν, εἰ μὴ δέλεαρ ἐξ ἀρχῆς ὑφείθη τὸ γύναιον Ὁρτησίῳ καὶ νέαν ἔχρησεν, ἵνα πλουσίαν ἀπολάβῃ; πρὸς μὲν οὖν ταῦτα μετρίως ἔχει τὸ Εὐριπίδειον ἐκεῖνο· "πρῶτον μὲν οὖν τἄρρητʼ·3 ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, ὦ Ἡράκλεις·" ὅμοιον γάρ ἐστι τῷ Ἡρακλεῖ μαλακίαν ὀνειδίζειν καὶ κατηγορεῖν αἰσχροκέρδειαν Κάτωνος, εἰ δὲ ἄλλῃ πη μὴ καλῶς πέπρακται τὰ περὶ τὸν γάμον, ἐπισκεπτέον. ἐγγυησάμενος γὰρ τὴν Μαρκίαν ὁ Κάτων, καὶ τὸν οἶκον ἐπιτρέψας ἐκείνῃ καὶ τὰς θυγατέρας, αὐτὸς ἐδίωκε Πομπήϊον.

正因如此,恺撒对加图百般辱骂,指责他借这桩婚姻贪求财富与谋取私利:“如果需要妻子,何必让与他人?如果不需要,又何必再次迎娶?除非那女人从一开始就是作为诱饵放给霍尔滕西乌斯的,他在她年轻时将其出借,以便在她富有之后重新收回。”对于这些指责,引用欧里庇得斯的那些诗句倒颇为贴切: “首先,自当说那些不可说之事;因为 我认为你的怯懦实属难以言齿之事,赫拉克勒斯啊:” 因为责备赫拉克勒斯软弱怯懦,与控告加图卑鄙贪婪是一样的。然而,关于这桩婚姻之事在其他方面是否办得欠妥,则尚须审视。加图在与玛尔契娅订婚,并将家宅和女儿们托付给她之后,自己便去追赶庞培了。

语法注3 条
  1. 52.2τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν

    属格 τῶν αὐτῶν 与不定式 εἶναι 构成表性质或本分的谓语属格(“属于同一类人 / 是同一类人的本分”)。后面的不定式 ποιεῖν 与 παύειν 充当主语(“制造大患与平息大患,皆属于同一批人的事”)。

  2. 52.4εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ τῷ Κάτωνι

    关系代名词 ὅ 泛指前文所述加图与玛尔契娅复婚的整件事,介词短语 εἰς ὅ 表示指责与抨击所针对的焦点(“关于此点 / 就此事而言”)。中动分词 λοιδορούμενος 接与格 τῷ Κάτωνι,意为“辱骂加图”。

  3. 52.4πρῶτον μὲν οὖν τἄρρητʼ

    引用自欧里庇得斯的悲剧《疯狂的赫拉克勒斯》(第174行)。τἄρρητα 为 τὰ ἄρρητα 的缩合形式(crasis),作中性复数宾格,省略了主句的言说动词(如 λέξω),意为“首先,[且说]那些不可言说/不当说之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:52.1-52.5