← 普鲁塔克

小加图传

§51.1-51.5

要求引渡恺撒与元老院中的辩论

加图指责恺撒破坏停战条约进攻日耳曼人并要求将其引渡,面对恺撒的弹劾信又彻底揭露其野心予以反击,但因民众始终倾向恺撒而使元老院陷入僵局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν.

当恺撒入侵尚武的部族并冒着极大危险取胜,却被认为在已订立休战协定的情况下袭击日耳曼人并屠杀了三十万人时,其他人主张民众献上庆捷的祭牲,但加图却要求将恺撒引渡给那些遭受不法侵害的人,切勿将罪责转嫁到自己身上,也不要让城市承受这桩罪孽。

§51.2

οὐ μὴν ἀλλὰ1 καὶ τοῖς θεοῖς, ἔφη, θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ φείδονται τῆς πόλεως. ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον· ὡς δὲ ἀνεγνώσθη βλασφημίας πολλὰς ἔχουσα καὶ κατηγορίας τοῦ Κάτωνος, ἀναστὰς ἐκεῖνος οὐχ ὑπʼ ὀργῆς οὐδὲ φιλονεικίας, ἀλλʼ ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν τοῦ Καίσαρος ἀπέδειξεν, ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπʼ ἀρχῆς καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν, ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς, ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Γερμανῶν οὐδὲ Κελτῶν παῖδας, ἀλλʼ ἐκεῖνον αὐτὸν, εἰ σωφρονοῦσι, φοβητέον ἐστὶν αὐτοῖς, οὕτως ἐπέστρεψε καὶ παρώξυνεν ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν,2 ὅτι τὴν ἐπιστολὴν ἀναγνόντες ἐν τῇ βουλῇ καιρὸν τῷ Κάτωνι λόγων δικαίων καὶ κατηγοριῶν ἀληθῶν παρέσχον, Ἐκυρώθη μὲν οὖν οὐδέν, ἀλλʼ ἐλέχθη μόνον ὅτι καλῶς ἔχει διάδοχον Καίσαρι δοθῆναι.

“不仅如此,”他说,“我们倒该向神明献祭,因为神明未将对统帅疯狂与鲁莽的惩罚降于士兵,反而宽宥了城邦。” 于是,恺撒写了一封信送至元老院。当信件被宣读时,其中含有对加图的诸多毁谤与控诉。加图站起身来,并非出于愤怒或争强好胜,而是仿佛经过深思熟虑与周密准备一般,表明针对他本人的指控不过等同于辱骂与嘲弄,只是恺撒某种儿戏般的粗俗插科打诨。接着,他从最初触及恺撒的计谋,宛如并非其敌人、而是同谋与伙伴一般揭露了其全部图谋,并指出如果他们神智清醒,该害怕的并不是日耳曼人或凯尔特人的孩子,而是恺撒本人;加图以此强烈地震动并激怒了元老院,致使恺撒的友人们后悔在元老院宣读这封信,反倒为加图提供了发表公允言论与真实指控的良机。于是,并未通过任何决议,只是有人谈到给恺撒派任继任者是适当的。

§51.5

τῶν δὲ φίλων ἀξιούντων καὶ Πομπήϊον ἐξ ἴσου τὰ ὅπλα καταθέσθαι καὶ ἀποδοῦναι τὰς ἐπαρχίας ἢ μηδὲ Καίσαρα, νῦν ἐκεῖνα βοῶν ὁ Κάτων ἃ προὔλεγεν αὐτοῖς ἥκειν,3 καὶ βιάζεσθαι τὸν ἄνθρωπον ἀναφανδὸν ἤδη τῇ δυνάμει χρώμενον ἣν ἔσχεν ἐξαπατῶν καὶ φενακίζων τὴν πόλιν, ἔξω μὲν οὐδὲν ἐπέραινε, τοῦ δήμου θέλοντος ἀεὶ τὸν Καίσαρα μέγιστον εἶναι, τὴν δὲ σύγκλητον εἶχε πειθομένην καὶ φοβουμένην τὸν δῆμον.

但当恺撒的友人们要求庞培也应同样放下武器并交出行省、否则恺撒也不应如此时,加图大声疾呼,自己向他们预言的那些事情如今已经降临,那个人正公然动用他靠欺骗和愚弄城邦所获得的势力施加暴力;然而在元老院之外,加图却一事无成,因为民众始终希望恺撒位居最高,而元老院虽信服加图,却畏惧民众。

语法注3 条
  1. 51.2οὐ μὴν ἀλλὰ

    承接前文不应承受罪孽的否定语境,表示转折与强调的惯用词组,意为“不仅如此”、“反而”或“倒不如说”。此处引出劝告式虚拟语气 θύωμεν,表示应转而为神明宽宥城邦而献祭。

  2. 51.3ἀναστὰς ἐκεῖνος οὐχ ὑπʼ ὀργῆς... οὕτως ἐπέστρεψε καὶ παρώξυνεν ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν

    从主语 ἐκεῖνος(加图)到主要谓语动词 ἐπέστρεψε καὶ παρώξυνεν 之间,插入了多个分词短语(ἀναστάς, ἁψάμενος, ἐκκαλύψας, διδάξας)与对仗结构(τὰ μὲν... ἀπέδειξεν, ἁψάμενος δὲ...),构成了大幅度的长句分隔。后续的 οὕτως ... ὡς 搭配不定式(μετανοεῖν)构成结果从句,意为“如此触动并激怒了元老院,以至于恺撒的友人们都深感后悔”。

  3. 51.5ἃ προὔλεγεν αὐτοῖς ἥκειν

    关系代词 ἃ 的先行词是其前面的指示代词 ἐκεῖνα,ἃ 在关系从句中作 προὔλεγεν(预言)的直接宾语。不定式 ἥκειν(已经降临)以 ἐκεῖνα 为宾格主语,受 βοῶν 支配构成间接引语(与后文的 καὶ βιάζεσθαι τὸν ἄνθρωπον 并列),意为“(疾呼)他向他们预言的那些事情(如今)已经降临”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:51.1-51.5