← 普鲁塔克

小加图传

§50.1-50.3

落选后加图的泰然与西塞罗的批评

落选后加图依然泰然自若、照常度日,西塞罗批评他放弃再次竞选,而加图则以自己的原则和民众未经舞弊的裁决为由,解释了不再参选的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

φέροντος δὲ τοῦ πράγματος1 οὐκ αὐτοῖς μόνοις τοῖς ἀποτυχοῦσιν, ἀλλὰ καὶ φίλοις αὐτῶν καὶ οἰκείοις σὺν αἰσχύνῃ τινὶ κατήφειαν καὶ πένθος ἐφʼ ἡμέρας πολλάς, οὕτως ἤνεγκε ῥᾳθύμως τὸ συμβεβηκός ὥστε ἀλειψάμενος μὲν ἐν τῷ πεδίῳ σφαιρίσαι, μετʼ ἄριστον δὲ πάλιν, ὥσπερ εἴθιστο, καταβὰς εἰς ἀγορὰν ἀνυπόδητος καὶ ἀχίτων περιπατῆσαι μετὰ τῶν συνήθων.

这一变故通常不仅给落选者本人,也给他们的朋友和亲眷带来长达多日的沮丧与悲戚,并伴随着某种羞辱;然而加图却极其坦然地对待所发生的事,以至于他涂上油在马尔斯原野上打球,午餐后又照旧赤脚且不穿内袍来到广场,与熟人一同散步。

§50.2

αἰτιᾶται δὲ Κικέρων ὅτι, τῶν πραγμάτων ἄρχοντος τοιούτου δεομένων, οὐκ ἐποιήσατο σπουδὴν οὐδὲ ὑπῆλθεν ὁμιλίᾳ φιλανθρώπῳ τὸν δῆμον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν ἐξέκαμε καὶ ἀπηγόρευσε, καίτοι τὴν στρατηγίαν αὖθις ἐξ ὑπαρχῆς μετελθών.

然而西塞罗指责他,认为当时局势正需要这样一位长官,他不仅没有全力以赴,也没有用温和友善的交谈去迎合民众,甚至对往后也灰心气馁并彻底放弃,尽管当初在竞选法务官时,他曾从头再次参选。

§50.3

ἔλεγεν οὖν ὁ Κάτων ὅτι τῆς μὲν στρατηγίας οὐ κατὰ γνώμην ἐξέπεσε τῶν πολλῶν, ἀλλὰ βιασθέντων ἢ διαφθαρέντων, ἐν δὲ ταῖς ὑπατικαῖς ψήφοις μηδεμιᾶς κακουργίας γενομένης ἔγνω καὶ τῷ δήμῳ προσκεκρουκὼς2 διὰ τὸν αὑτοῦ τρόπον, ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι·3

对此加图解释道,他在法务官竞选中落选并非出于民众的意愿,而是因为他们遭到了强迫或受贿;但在执政官选举的投票中,既然没有任何舞弊发生,他便明白由于自己的行事作风连民众也触怒了,而为了讨好他人去改变这种作风,或者在保持同样作风的同时再次遭受同样的败局,都不是一个明智之人该做的事。

语法注3 条
  1. 50.1φέροντος δὲ τοῦ πράγματος

    独立属格结构。主语 τὸ πρᾶγμα 指前文所述的“落选一事”,动词 φέρω 意为“带来、引起”(宾语为 κατήφειαν καὶ πένθος)。此从属句与主句中的 ἤνεγκε ῥᾳθύμως(坦然承受)形成鲜明对照,带有让步意味(尽管此事通常会带来耻辱与悲痛)。

  2. 50.3ἔγνω καὶ τῷ δήμῳ προσκεκρουκὼς

    认知动词 γιγνώσκω(ἔγνω)后接主格完成时分词 προσκεκρουκὼς 作为补足语的句式。由于分词的主语与主语加图一致,故使用主格,意为“认识到自己冒犯了……”。动词 προσκρούω 支配与格(τῷ δήμῳ),意为“招致……的反感、与……发生冲突”。

  3. 50.3ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι

    关系代名词 ὃν 指代前文的先行词 τὸν αὑτοῦ τρόπον(他自己的行事作风),作不定式 μεταθέσθαι 的宾语。整句的真正主语是由 οὔτε μεταθέσθαι ... οὔτε ... παθεῖν 构成的两个并列不定式短语,谓语是表示属性或本分的属格结构 νοῦν ἔχοντος ἀνδρός + ἐστι(“是明智之人的本分/所为”)。分词 χρώμενον 为宾格,与不定式隐含的泛指逻辑主语一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:50.1-50.3