- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:49.1-49.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为对抗恺撒的军事威力和图谋,加图决意参选执政官;但他推动禁止代为拉票的法令触怒了民众,且坚持不屈从于逢迎讨好的手段,最终在选举中落败。
ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν1 ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος ἢ τὴν ἐπιβουλὴν ἐξελέγξων.
然而,当时恺撒本人在高卢紧握军队不放武器,又极力利用赠礼、金钱和朋友来增强在城内的权势;而加图的预言虽然已经使庞培从以往长期的麻木不信中清醒过来、预感到危机的来临,但庞培在阻止和采取行动方面依然充满了退缩和怯懦的拖延。于是加图决意竞选执政官,打算要么立即解除恺撒的武装,要么揭露其阴谋。
οἱ δʼ ἀντιπαραγγέλλοντες αὐτῷ χαρίεντες μὲν ἦσαν ἀμφότεροι, Σουλπίκιος δὲ καὶ πολλὰ τῆς τοῦ Κάτωνος ἐν τῇ πόλει δόξης τε καὶ δυνάμεως ἀπολελαυκώς· οὐ μέτριον οὖν ἐδόκει πρᾶγμα ποιεῖν οὐδʼ εὐχάριστον οὐ μὴν ὅ γε Κάτων ἐνεκάλει· τί γὰρ, ἔφη, θαυμαστόν εἰ ὅ τις νομίζει τῶν ἀγαθῶν μέγιστον ἑτέρῳ μὴ παρίησι;
与他竞争该职位的两名候选人都为人贤雅,而苏尔皮基乌斯尤其受惠于加图在城内的声望和权势;因此人们认为他此举有失分寸、忘恩负义。然而加图本人却丝毫没有怪罪。 他说: “一个人若不肯把自己视为至善之物拱手让人,又有什么好奇怪的呢?”
πείσας δὲ τὴν βουλὴν ψηφίσασθαι τοὺς μετιόντας τὴν ἀρχὴν αὐτοὺς δεξιοῦσθαι τὸν δῆμον, διʼ ἑτέρου δὲ μὴ δεῖσθαι μηδὲ ἐντυγχάνειν ὑπὲρ αὐτῶν περιιόντος, ἔτι μᾶλλον ἐξηγρίανε τοὺς ἀνθρώπους, εἰ μὴ μόνον τὸ λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος ἄπορον καὶ ἄτιμον ὁμοῦ τὸν δῆμον πεποίηκε.2
但是,加图说服元老院通过决议,规定谋求公职者必须亲自向民众拉票致意,不得由他人代为四处恳求或接触游说,这进一步激怒了众人;因为他们觉得,加图不仅剥夺了他们收受酬金的机会,甚至剥夺了他们施与人情恩惠的权利,从而使民众陷入既一无所有又失去尊严的境地。
πρὸς δὲ τούτῳ μήτε αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ἀλλʼ ἐν ἤθει τὸ τοῦ βίου μᾶλλον ἀξίωμα βουλόμενος φυλάσσειν ἢ προσλαβεῖν τὸ τῆς ἀρχῆς3 ποιούμενος τὰς δεξιώσεις, μήτε τοὺς φίλους ἐάσας οἷς ὄχλος ἁλίσκεται καὶ θεραπεύεται ποιεῖν, ἀπέτυχε τῆς ἀρχῆς.
再加上加图本人在为自己拉票时毫无阿谀讨好之能,反而在致意时更愿在态度上恪守生平的威严,而非添取职位的威严,同时他又禁止朋友们采取那些笼络和逢迎大众的手段,最终他在竞选中落选了。
- 49.1ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν
长难复合句结构。由连词 ἐπεὶ 引导的时间/原因从句内部,首先包含一个描述恺撒行动的独立属格结构(Καίσαρος ... ἐμπεφυκότος ... καὶ ... ἐχομένου ... χρωμένου),随后承接 ἐπεὶ 内部的核心主谓部分(ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ..., ἔτι δὲ ἦν ... ὑπόπλεως)。全句的主节为主语加动词 ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν。
- 49.3εἰ μὴ μόνον τὸ λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος ἄπορον καὶ ἄτιμον ὁμοῦ τὸν δῆμον πεποίηκε.
条件连词 εἰ 承接表示情绪/激愤的动词(ἐξηγρίανε τοὺς ἀνθρώπους),用于引出不满与愤怒的原因(意为“因觉得……”,“考虑到……”)。此处从民众的角度表述其心理,认为加图不仅剥夺了受贿之财,更剥夺了施予人情的尊严。
- 49.4μήτε αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ... μήτε τοὺς φίλους ἐάσας ... ἀπέτυχε τῆς ἀρχῆς
由 μήτε ... μήτε ... 并列的两个表原因的分词短语修饰主动词 ἀπέτυχε(落选):前者由分词 ὤν(带形容词 πιθανός 及不定词 ἐντυχεῖν)引导,描写加图自身不愿曲意逢迎的态度;后者由不定过去分词 ἐάσας(支配不定词 ποιεῖν)引导,说明他禁止朋友们采取拉拢民众的手法,两者共同构成他落选的原因。
