← 普鲁塔克

小加图传

§48.1-48.5

庞培的立法与加图的谏言

庞培就任执政官后恳请加图辅佐,加图公私分明,劝阻其制定具有溯及力的惩治法,并在审判中严加督促、制止庞培包庇亲信,迫使其严格守法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48.1

οὕτω δʼ ἀποδειχθεὶς ὕπατος ὁ Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος ἐλθεῖν πρὸς αὐτὸν εἰς τὸ προάστειον. ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας παρεκάλει σύμβουλον αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς.

庞培如此被任命为执政官后,便请加图前往郊外的别墅见他。加图到来后,庞培热情地向他致意、握手,表达了感激之情,并恳请加图担任自己执政的顾问和辅佐。

§48.2

ὁ δὲ Κάτων ἀπεκρίνατο μήτε τὰ πρῶτα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηΐου μήτε ταῦτα πρὸς χάριν, ἀλλʼ ἐπὶ συμφέροντι πάντα τῆς πόλεως· ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ, δέ, κἂν μὴ παρακαλῆται, πάντως ἐρεῖν τὸ φαινόμενον.

加图则回答说,起初的反对并非出于对庞培的敌意,如今的赞同也非出于讨好,而全都是为了城邦的利益;因此,私底下若庞培相邀,他会担任顾问,但在公事上,即便未获邀请,他也必定会直陈己见。

§48.3

καὶ ταῦτα ἔπραττεν ὡς εἶπε. πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηΐου νομοθετοῦντος ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν· οὔτε γὰρ ὅπου στήσεται τὸ τὰ προημαρτημένα ζητεῖν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων1 ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς, ὃν οὐ παρέβαινον ὅτʼ ἠδίκουν νόμον, κατὰ τοῦτον2 κολαζομένους.

加图确实言行如一。首先,当庞培立法针对此前贿赂过民众的人设立新刑罚和重大诉讼时,加图劝他放过既往,着眼未来;因为追究过去的罪过很难划定止境,而且如果制定的惩罚晚于不法行为发生之时,那些依据在犯事当时并未违反的法律而受惩罚的人,势必蒙受极大的不公。

§48.4

ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν πολλοῖς καὶ καμπτόμενον ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν ʽἔτυχε γὰρ δικάζωνʼ ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν.

其次,当许多显要人物——其中甚至包括庞培的一些朋友和亲属——受审时,加图见庞培在很多事情上退缩退让、偏私屈从,便严厉斥责并敦促他。当庞培亲自立法废除了以往为被告作品格证明的赞词,却又为穆纳提乌斯·普朗库斯撰写赞词并呈送法庭时,加图(当时恰好担任审判员)便用双手捂住耳朵,阻止宣读这份证言。

§48.5

ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν μήτε ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν3 τοῖς δικαίοις· ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.

辩论结束后普朗库斯便将加图从审判员中申请回避剔除,但他依然被判有罪。总体而言,加图对于被告而言是一个令人棘手且难以应付的难题:他们既不愿留他担任审判员,又不敢将他剔除。因为有不少人正是由于回避加图,被认为对自身是非曲直缺乏信心而遭定罪;甚至有些人还因不肯接受被提名的加图担任审判员,而被诋毁者以此为莫大的耻辱加以指责。

语法注3 条
  1. 48.3νεώτερα τῶν ἀδικημάτων

    比较级 νεώτερα 搭配比较属格 τῶν ἀδικημάτων,字面意为“晚于/新于不法行为”,指具有溯及既往效力的惩治立法(溯及法)。

  2. 48.3ὃν οὐ παρέβαινον ὅτʼ ἠδίκουν νόμον, κατὰ τοῦτον

    先行词 νόμον 被融入关系从句中(ὃν ... νόμον),并在后文由复指指示代词短语 κατὰ τοῦτον 照应,意为“按照其在犯事时并未违反的那部法律而受惩罚”。

  3. 48.5τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν

    带冠词不定词与格短语 τῷ ... φεύγειν 作原因与格,修饰分词 δόξαντες,表示“因回避加图而被认为(对自己的正当性缺乏信心)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:48.1-48.5