- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:47.1-47.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对三位执政官候选人引发的近乎内战的暴力与混乱,加图为免国家陷入无政府状态而改变立场,支持毕布卢斯推举庞培为独任执政官的动议。
ἐπεὶ δὲ, Σκηπίωνος καὶ Ὑψαίου καὶ Μίλωνος ὑπατείαν μετερχομένων οὐ μόνον ἐκείνοις τοῖς συντρόφοις ἤδη καὶ συμπολιτευομένοις ἀδικήμασι, δωροδοκίαις καὶ δεκασμοῖς, ἀλλʼ ἄντικρυς διʼ ὅπλων καὶ φόνων εἰς ἐμφύλιον πόλεμον ὠθουμένων τόλμῃ καὶ ἀπονοίᾳ, Πομπήϊόν τινες ἠξίουν ἐπιστῆναι ταῖς ἀρχαιρεσίαις, τὸ μὲν πρῶτον ἀντεῖπεν ὁ Κάτων, οὐ τοῖς νόμοις ἐκ Πομπηΐου φάμενος, ἀλλʼ ἐκ τῶν νόμων Πομπηΐῳ δεῖν ὑπάρχειν τὴν ἀσφάλειαν, ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν,1 ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον ἢ περιϊδεῖν τὴν στάσιν εἰς μοναρχίαν τελευτῶσαν.
然而,当西庇阿、许普萨乌斯和米洛竞选执政官时,他们不仅借助那些早已司空见惯且深植于城邦政治的恶行——行贿与买票,更凭借大胆与狂妄,公然以武力和杀戮将局势推向内战。有些人因而要求由庞培来主持执政官选举,起初加图表示反对,宣称应当是庞培从法律中获得安全,而不是法律依赖庞培来保障安全。但随着无政府状态持续良久,每天都有三处营垒盘踞在广场四周,灾祸几乎到了不可遏制的地步,加图决意在最后的绝境降临之前,通过元老院的主动授权将政局托付给庞培。他运用最温和的非法手段作为医治最危急局势的良方,宁可主动引入独裁统治,也不愿坐视内乱最终演变为独裁统治。
εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον ἢ γὰρ ἕξειν καλῶς τὰ πράγματα ἐκείνου καταστήσαντος, ἢ τῷ κρατίστῳ δουλεύσειν τὴν πόλιν. ἀναστὰς δὲ ὁ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος2 ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα, Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα3 τὴν πόλιν.
于是加图的姻亲毕布卢斯在元老院提出动议,认为应当仅选举庞培一人为执政官:因为要么由他平定局势后诸事转好,要么城邦就屈从于最优秀之人。出乎所有人预料,加图站起身来赞同这项动议,劝告大家任何政权总胜过没有政权,并表示他期待庞培会妥善处置当前局势,竭力守护受托予他的城邦。
- 47.2ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν
此为非人称结构“ὀλίγον ἀπολείπει + 不定词”(差一点就……,几乎达到某状态)的过去时形式。ὀλίγον ἀπέλιπεν 作为非人称主句动词,τὸ κακόν 则是后接不定词 γεγονέναι 的逻辑主语,而非 ἀπέλιπεν 本身的主语。
- 47.3οὐδενὸς ἂν προσδοκήσαντος
独立属格中助词 ἄν 与分词的结合,相当于直陈式过去时或祈愿式所表达的潜在或反事实假设(“虽然任何人都不曾预料到”)。带有让步意味,修饰主句动词 ἐπῄνεσε。
- 47.3διαπιστευθέντα
第一不定过去时被动分词阳性单数宾格,修饰前面的 Πομπήϊον,与不定词 φυλάξειν 的逻辑主语一致。由主动语态结构 διαπιστεύω τινί τι(托付某人某物)被动化而来,以人为主语(意为“受托管理城邦的庞培”),保留了宾语 τὴν πόλιν。
