- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:46.1-46.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图揭露选举舞弊以帮助追随者法沃尼乌斯当选市政官,并在主持剧场节庆时用蔬菜和朴素食物取代奢华赏赐,以此教导世人应在娱乐中崇尚节俭与质朴。
οὕτως μὲν ἠμύνατο τὸν Πομπήϊον. ἦν δὲ Μᾶρκος Φαώνιος ἑταῖρος αὐτοῦ καὶ ζηλωτής, οἷος ὁ Φαληρεὺς Ἀπολλόδωρος ἱστορεῖται περὶ Σωκράτην γενέσθαι τὸν παλαιόν, ἐμπαθὴς καὶ παρακεκινηκὼς πρὸς τὸν λόγον, οὐ σχέδην οὐδὲ πρᾴως, ἀλλʼ ἄκρατον αὐτοῦ καθαψάμενον ὥσπερ οἶνον1 καὶ μανικώτερον.
他就这样反击了庞培。他有一个同伴兼狂热的效仿者,名叫马尔库斯·法沃尼乌斯,正如传说中法勒鲁姆人阿波罗多洛斯对待古时的苏格拉底那样——他对哲学言论充满激情且近乎着魔,那些言论并非缓慢或温和地影响他,而是如纯烈之酒般擒住他,使他陷入更近于疯狂的状态。
οὗτος ἀγορανομίαν μετιὼν ἡττᾶτο, συμπαρὼν δὲ ὁ Κάτων προσέσχε ταῖς δέλτοις μιᾷ χειρὶ γεγραμμέναις· καὶ τὴν κακουργίαν ἐξελέγξας τότε μὲν ἐπικλήσει δημάρχων ἔλυσε τὴν ἀνάδειξιν, ὕστερον δὲ τοῦ Φαωνίου κατασταθέντος ἀγορανόμου τά τε ἄλλα τῆς ἀρχῆς ἐπεμελεῖτο καὶ τὰς θέας διεῖπεν ἐν τῷ θεάτρῳ, διδοὺς καὶ τοῖς θυμελικοῖς στεφάνους μὲν οὐ χρυσοῦς, ἀλλʼ ὥσπερ ἐν Ὀλυμπίᾳ κοτίνων, δῶρα δὲ ἀντὶ τῶν πολυτελῶν τοῖς μὲν Ἕλλησι τεῦτλα καὶ θρίδακας καὶ ῥαφανῖδας καὶ ἀπίους, τοῖς δὲ Ῥωμαίοις οἴνου κεράμια καὶ κρέα ὕεια καὶ σῦκα καὶ σικύους καὶ ξύλων ἀγκαλίδας, ὧν τὴν εὐτέλειαν οἱ μὲν ἐγέλων, οἱ δὲ ᾐδοῦντο τοῦ Κάτωνος τὸ αὐστηρὸν καὶ κατεστυμμένον ὁρῶντες ἡσυχῇ μεταβάλλον εἰς διάχυσιν.
这位法沃尼乌斯在竞选市政官时面临落选,在场的加图注意到投票板竟出自一人的手笔。在揭露了这桩舞弊后,加图当时通过向平民保民官申诉而废除了选举结果的宣告;后来法沃尼乌斯当选为市政官,加图不仅照料该官职的其他事务,还在剧场里主持了各种演出。他分发给舞台表演者的不是金冠,而是如同奥林匹亚比赛那样的野橄榄冠;而作为代替昂贵物品的礼物,他分给希腊人的是甜菜、莴苣、萝卜和梨,分给罗马人的是成罐的酒、猪肉、无花果、黄瓜和成捆的木柴。有些人嘲笑这些东西的廉价,有些人则在看到加图一贯严肃阴郁的性情悄然转变为开朗愉悦时肃然起敬。
τέλος δὲ ὁ Φαώνιος εἰς τὸν ὄχλον ἐμβαλὼν ἑαυτὸν καὶ καθεζόμενος ἐν τοῖς θεαταῖς ἐκρότει τὸν Κάτωνα καὶ διδόναι τοῖς εὐημεροῦσι καὶ τιμᾶν ἐβόα, καὶ συμπαρεκάλει τοὺς θεατάς, ὡς ἐκείνῳ τὴν ἐξουσίαν παραδεδωκώς, ἐν δὲ τῷ ἑτέρῳ θεάτρῳ Κουρίων ὁ Φαωνίου συνάρχων ἐχορήγει πολυτελῶς· ἀλλʼ ἐκεῖνον ἀπολείποντες οἱ ἄνθρωποι μετέβαινον ἐνταῦθα, καὶ συνέπαιζον προθύμως ὑποκρινομένῳ τῷ Φαωνίῳ τὸν ἰδιώτην καὶ τῷ Κάτωνι τὸν ἀγωνοθέτην.
最后,法沃尼乌斯投身于人群之中,坐在观众席里为加图鼓掌,高呼给成功的表演者颁奖表彰,并号召观众们一同呼应,仿佛他已将职权拱手让给了加图。而在另一座剧场里,法沃尼乌斯的同僚库里奥正在举办极为奢华的演出;然而人们纷纷舍弃库里奥而转向这边,热情地附和着法沃尼乌斯扮演平民百姓、加图扮演赛事主持人的这场游戏。
ἔπραττε δὲ ταῦτα διασύρων τὸ πρᾶγμα, καὶ διδάσκων ὅτι παίζοντα δεῖ τῇ παιδιᾷ χρῆσθαι καὶ χάριτι παραπέμπειν ἀτύφῳ μᾶλλον ἢ παρασκευαῖς καὶ πολυτελείαις, εἰς τὰ μηδενὸς ἄξια φροντίδας μεγάλας καὶ σπουδὰς κατατιθέμενον.2
加图这样做是为了讥讽世俗的风尚,并教导人们:对待娱乐应当以游戏之心相待,应当用质朴雅致的风度去打发,而不是用盛大的排场和奢靡的耗费,将巨大的心力与热情倾注在毫无价值的事物上。
- 46.1ἄκρατον αὐτοῦ καθαψάμενον ὥσπερ οἶνον
宾格分词 καθαψάμενον 的逻辑主语是前文的 τὸν λόγον,语序倒装,并支配属格代词 αὐτοῦ(指法沃尼乌斯或阿波罗多洛斯;καθάπτομαι + 属格,意为“抓住、攫住”)。意为“哲学言论如纯酒般攫住了他”,突出了言论对其产生的强烈陶醉感与狂热感。
- 46.5εἰς τὰ μηδενὸς ἄξια φροντίδας μεγάλας καὶ σπουδὰς κατατιθέμενον
句末的现在时宾格分词 κατατιθέμενον 与无人称动词 δεῖ 所带的不定式结构的逻辑主语(泛指的“人”,或承接前文的 παίζοντα)保持一致。该分词处于 μᾶλλον ἤ 所引导的对比结构中,修饰那种“通过排场和奢靡将巨大精力与热情倾注在毫无价值之事上”的行径与状态。
