← 普鲁塔克

小加图传

§45.1-45.4

驳斥庞培派诽谤与谴责专权

权贵阶层与庞培因加图的清廉感到威胁而指使人对其诬陷,加图不仅驳斥了诽谤,还严厉谴责庞培将行省与军队私相授受以图谋专制独裁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

διὸ καὶ τῷ Κάτωνι πάντες οἱ μεγάλοι προσεπολέμουν ὡς ἐλεγχόμενοι· Πομπήϊος δὲ καὶ κατάλυσιν τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐκείνου δόξαν ἡγούμενος ἀεί τινας προσέβαλλεν αὐτῷ λοιδορησομένους, ὧν καὶ Κλώδιος ἦν ὁ δημαγωγός, αὖθις εἰς Πομπήϊον ὑπορρυεὶς καὶ καταβοῶν τοῦ Κάτωνος, ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, Πομπηΐῳ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός.1

因此,所有显贵之人因感到自己被揭露而与加图为敌;庞培也认为加图的声望预示着自身权力的倾覆,便不断指使人去辱骂他。其中就包括煽动民众的克劳狄乌斯,他再次暗中依附于庞培,大声控告加图,声称加图侵吞了来自塞浦路斯的大量金钱,并且因为庞培拒绝娶其女儿为妻而与庞培作对。

§45.2

ὁ δὲ Κάτων ἔλεγεν ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι μήτε ἵππον ἕνα μήτε στρατιώτην λαβών, ὅσα Πομπήϊος ἐκ πολέμων τοσούτων καὶ θριάμβων τὴν οἰκουμένην κυκήσας οὐκ ἀνήνεγκε, κηδεστὴν δὲ μηδέποτε προελέσθαι2 Πομπήϊον, οὐκ ἀνάξιον ἡγούμενος, ἀλλʼ ὁρῶν τὴν ἐν τῇ πολιτείᾳ διαφοράν.

加图则回应说,他未带一匹马、一名士兵,就从塞浦路斯为城邦筹集了如此巨额的资金,其数目之大,甚至连庞培经历了那么多场战争和凯旋仪式、扰乱了整个天下之后都未曾带回过;至于他从未选择庞培做姻亲,并非认为庞培不配,而是看到了彼此在政见上的分歧。

§45.3

αὐτὸς μὲν γὰρ, ἔφη, διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ δίδωσιν ἑτέροις· νυνὶ δὲ καὶ τέλος ἑξακισχιλίων ὁπλιτῶν Καίσαρι κέχρηκεν εἰς Γαλατίαν ὃ οὔτʼ ἐκεῖνος ᾔτησε παρʼ ὑμῶν οὔτε οὗτος ἔδωκε μεθʼ ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις.

“因为我自己,”他说,“在卸任裁判官之后推辞了拨给我的行省,而此人却既接受并霸占着某些行省,又把另一些行省授予他人。如今他又借给恺撒一支前往高卢的六千名重装步兵军团,这既不是恺撒向你们请求的,也不是此人经由你们同意而给予的,如此庞大的军队、武器和战马,竟成了私人间的恩惠与回赠!

§45.4

καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε διʼ ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.3

他虽然被称为大元帅和统帅,却把军队和行省交托他人,自己则盘踞在城邦近旁,在选举拉票中操纵党争,策划骚乱,他妄图通过无政府状态来为自己谋取独裁统治,这一点已是昭然若揭。”

语法注3 条
  1. 45.1καταβοῶν τοῦ Κάτωνος, ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, Πομπηΐῳ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός.

    在由动词 καταβοάω(大声控诉,支配属格宾语 τοῦ Κάτωνος)引导的结构中,由 ὡς 引出的两个分词短语(νοσφισαμένου 与 πολεμοῦντος)均为与 Κάτωνος 一致的属格分词,用以表示指控的托词或内容。另外,ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός 是修饰与格 Πομπηΐῳ 的分词短语,其中代词 αὐτοῦ 指代加图(即克劳狄乌斯诬称加图是因庞培拒绝与其女儿结亲而怀恨在心)。

  2. 45.2ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι ... κηδεστὴν δὲ μηδέποτε προελέσθαι

    在引导间接引语的连词 ὅτι 之下,前半句采用了表示过去陈述的斜格祈愿语气(optativus obliquus: συναγάγοι),而后半句(κηδεστὴν δὲ...)则转换为了不定式结构(προελέσθαι)。这是希腊语散文中承接较长间接陈述时常见的句式转换。

  3. 45.4οὐ λέληθε διʼ ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.

    动词 λανθάνω 与补充成分分词 μνηστευόμενος 构成的习惯用法。当 λανθάνω 用于否定式(οὐ λέληθε)时,意为“某人……是昭然若揭的”或“其……行为人尽皆知”。此处还包含了 ἀναρχίας(无政府/混乱)与 μοναρχίαν(独裁/君主统治)之间刻意安排的词语对照与音韵双关。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:45.1-45.4