- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:44.1-44.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图当选裁判官后因着装不循常例引发议论,但他促成了反贿选决议并以坚毅风度平息了骚乱;随后他为候选人们监督廉洁竞选的质押契约,却因其巨大的公信力与权威而招致公民的嫉妒。
εἰς δὲ τὸ ἑξῆς ἔτος αἱρεθεὶς ὁ Κάτων στρατηγός οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν1 ἀνυπόδητος καὶ ἀχίτων πολλάκις ἐπὶ τὸ βῆμα προερχόμενος καὶ θανατικὰς δίκας ἐπιφανῶν ἀνδρῶν οὕτω βραβεύων. ἔνιοι δέ φασι καὶ μετʼ ἄριστον οἶνον πεπωκότα χρηματίζειν ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθῶς λέγεται.
在接下来的一年里,加图当选为裁判官。他在任内虽然治理得当,但被认为并没有因其卓越的施政而给这一职务增添多少尊严与崇高,反而因经常光着脚、不穿束腰内衣登上讲坛,并以这般模样主持审理显要人物的死刑案件,而大大削损并羞辱了官职的威仪。有人甚至说他在早饭饮酒之后处理公务,但此说并不属实。
διαφθειρομένου δὲ τοῦ δήμου ταῖς δωροδοκίαις ὑπὸ τῶν φιλαρχούντων καὶ χρωμένων τῷ δεκάζεσθαι καθάπερ ἐργασίᾳ συνήθει τῶν πολλῶν, βουλόμενος ἐκκόψαι παντάπασι τὸ νόσημα τοῦτο τῆς πόλεως, ἔπεισε δόγμα θέσθαι τὴν σύγκλητον ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον εὐθύνας διδῶσιν.2
由于民众受到谋求官职者的贿赂而腐化堕落,大众甚至将受贿视作习以为常的营生,加图决心彻底根除城邦的这一痼疾,便说服元老院通过一项决议:新当选的执政官员即使无人控告,也必须亲自前往宣誓法庭接受账目审查。
ἐπὶ τούτῳ χαλεπῶς μὲν ἔσχον οἱ μετιόντες ἀρχάς, ἔτι δὲ χαλεπώτερον ὁ μισθαρνῶν ὄχλος, ἕωθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνος προελθόντος ἀθρόοι προσπεσόντες ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματος ἅπαντας, αὐτὸν δὲ ἐκεῖνον ἐξωσθέντα τῷ πλήθει καὶ παραφερόμενον μόλις ἐπιλαβέσθαι τῶν ἐμβόλων.
为此,谋求职位的候选人们深感愤恨,受雇领酬的平民大众更是怒不可遏。于是清晨加图刚登上讲坛,他们便群起扑来,大喊大叫,恶语辱骂,投掷石块,以至于所有人纷纷逃离讲坛,加图本人也被人群推挤裹挟,好不容易才抓住了演坛的船头喙饰。
ἐντεῦθεν ἀναστὰς τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆς ὄψεως εὐθὺς ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθʼ ἡσυχίας ἀκουσθείς παντάπασι διέλυσε τὴν ταραχήν. ἐπαινούσης δὲ τῆς βουλῆς αὐτόν, ἐγὼ δέ, εἶπεν, ὑμᾶς οὐκ ἐπαινῶ κινδυνεύοντα στρατηγὸν ἐγκαταλιπόντας καὶ μὴ προσαμύναντας.
加图随即从那里站起身来,凭着坚毅果决的目光立即压制了喧嚣,平息了呼喊;在他发表了得体的言辞并受到人们静听之后,彻底驱散了骚乱。当元老院称赞他时,他却说: “然而我并不称赞你们,因为你们抛弃了身处危难之中的裁判官,没有前来相助。”
τῶν δὲ μετιόντων ἀρχὴν ἕκαστος ἀπόρῳ πάθει συνείχετο, φοβούμενος μὲν αὐτὸς δεκάζειν, φοβούμενος δὲ ἑτέρου τοῦτο πράξαντος ἐκπεσεῖν τῆς ἀρχῆς, ἔδοξεν οὖν αὐτοῖς εἰς ταὐτὸ συνελθοῦσι παραβαλέσθαι δραχμῶν ἕκαστον ἀργυρίου δεκαδύο ἥμισυ μυριάδας, εἶτα μετιέναι τὴν ἀρχὴν πάντας ὀρθῶς καὶ δικαίως. τὸν δὲ παραβάντα καὶ χρησάμενον δεκασμῷ στέρεσθαι τοῦ ἀργυρίου.
当时每位候选人都陷入了进退维谷的困境:既害怕自己行贿,又害怕别人行贿导致自己落选。于是他们商定聚集在一处,每人质押十二万五千德拉克马白银,随后大家光明正大、公公正正地去竞选职位;凡是违约行贿之人,必须没收其白银。
ταῦτα ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα καὶ τὰ χρήματα φέροντες ἐκείνῳ παρετίθεντο· καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρήματα μὴ δεξάμενον. ὡς δὲ ἧκεν ἡ κυρία τῆς ἀναδείξεως, παραστὰς ὁ Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα καὶ προσέταξεν ἀποδοῦναι τοῖς ἄλλοις τὸ ἀργύριον.
达成这些协议后,他们推选加图为监护人、仲裁者和见证人,并将钱财带来要存放在他那里。他们与加图订立了契约,加图接受担保人以代替钱财,并未接纳白银现款。到了正式宣告竞选结果的那一天,加图守候在主持选举的保民官身旁监视投票,揭发了其中一名质押者存在舞弊行为,并责令他将其白银赔付给其他人。
ἀλλʼ ἐκεῖνοι μὲν ἐπαινέσαντες αὐτοῦ τὴν ὀρθότητα καὶ θαυμάσαντες ἀνεῖλον τὸ πρόστιμον ὡς ἱκανὴν δίκην ἔχοντες παρὰ τοῦ ἀδικήσαντος· τοὺς δὲ ἄλλους ἐλύπησεν ὁ Κάτων καὶ φθόνον ἔσχεν ἀπὸ τούτου πλεῖστον, ὡς βουλῆς καὶ δικαστηρίων καὶ ἀρχόντων δύναμιν αὑτῷ περιποιησάμενος. οὐδεμιᾶς γὰρ ἀρετῆς δόξα καὶ πίστις ἐπιφθόνους ποιεῖ μᾶλλον ἢ τῆς δικαιοσύνης, ὅτι καὶ δύναμις αὐτῇ καὶ πίστις ἕπεται μάλιστα παρὰ τῶν πολλῶν.
但那些候选人感佩加图的公正正直,认为已从违约者那里得到了足够的抵偿,便免除了这笔罚金。然而,加图却使其余的公民感到不悦,并因此招致了极大的嫉恨,众人认为他把元老院、法庭和执法官员的权力全揽于自身一人。因为任何美德的名望与信誉,都不及正义更能使人成为嫉妒的目标,原因在于正义最能从大众那里赢得权力和信赖。
οὐ γὰρ τιμῶσι μόνον, ὡς τοὺς ἀνδρείους, οὐδὲ θαυμάζουσιν, ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δὲ ἀπιστοῦσι· πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον ἢ τῷ βούλεσθαι διαφέρειν, ἀνδρείαν καὶ φρόνησιν, τὴν μὲν ὀξύτητά τινα, τὴν δὲ εὐρωστίαν ψυχῆς τιθέμενοι, δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ3 μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.
大众不仅敬重正义之人,如同敬重勇敢者那样,也不仅仅钦佩他们,如同钦佩聪明睿智者那样,而是真正爱戴正义之人,对他们满怀信心且深信不疑。对于前者,大众往往畏惧勇敢者,而猜疑聪明者;此外,人们认为那些人之所以出众更多是出于天赋而非出于意愿——对于勇敢和智慧,将后者视为某种敏锐,将前者视为心灵的强健——但成为正义之人对于任何有此意愿者而言都是立即可为的,因此人们最把不正义视为无可开脱的恶德而深以为耻。
- 44.1οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν
由相关词 τοσοῦτον... ὅσον(不像……那样多)构成的比较句。分词 ἄρχων 在此可理解为让步或方式(“尽管治理得当”或“通过善政”),与否定代词 οὐδέν 及 τοσοῦτον 搭配,表明逻辑重心在于:人们认为他凭借卓越政绩为官职威仪所增添的,远不及他因奇装异服而对其造成的削损与羞辱。
- 44.2ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον εὐθύνας διδῶσιν
由 ὅπως 引导的表示努力或意志的从句(表述法令的内容),其中内嵌了条件从句 εἰ μηδένα κατήγορον ἔχοιεν。由于主句动词 ἔπεισε 为过去时,条件从句中的动词转为祈愿语气 ἔχοιεν(间接引语性质的斜格祈愿语气),而 ὅπως 从句的核心动词 διδῶσιν 则保留为现在时虚拟语气,以增强法令效力的生动性与直接性。
- 44.8δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ
非人称动词的属格独立结构(ὑπάρχοντος 意为“作为可能之事 / 具备条件”)。与格分词 τῷ βουλομένῳ(“对于意欲之人”)充当不定式 εἶναι 的逻辑主体,表语形容词 δικαίῳ 亦随之保持与格一致,整句意为“鉴于任何有意愿的人都能立即成为正义之人”。
