- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:43.1-43.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特雷博尼乌斯提出分配行省给执政官的法案,加图通过超时演说和拼死抗争进行阻挠,但该法案最终仍被暴力强行通过。随后当延长恺撒行省指挥权的法案提出时,加图直接向庞培发出警告,指出助长恺撒将最终导致庞培自身及城邦的毁灭。
Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφʼ αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας,1 οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δὲ ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν λόγον ἔδωκαν.
当盖乌斯·特雷博尼乌斯提出一项关于向执政官分配行省的法律,规定一人统领伊比利亚和利比亚,另一人管辖叙利亚和埃及,并有权以陆海军力量进击征服任何他们意欲开战的对象时,其余众人已对抵抗和阻挠彻底绝望,甚至放弃了抗辩;但加图在投票前登上讲坛请求发言,却仅被给予了区区两个小时的陈辞时间。
ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλʼ ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε.
当他通过详加论述、教导开导以及预言未来而耗尽了这段时间后,他们便不再容许他继续发言;但他坚持不退,一名差役遂上前将他强行拉下讲坛。即便站在下方,加图依然高声呼喊,引来众人的聆听与同声激愤;于是那名差役再次将他拿住,带走并置于广场之外。
καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα2 μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι καὶ πλῆθος ἐπηκολούθει λέγοντος ἅμα σὺν τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι.
然而刚一脱身,加图便立刻折返,高喊着冲向讲坛,号召公民们起而相助。这种情况再三发生,特雷博尼乌斯大为恼怒,下令将他押入监狱;然而大批民众尾随其后,一路倾听着加图边走边发表的演说,特雷博尼乌斯心生畏惧,不得不将他释放。
κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε· ταῖς δʼ ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας.
加图就这样耗费了那一整天的时间。但在随后的日子里,他们恫吓一部分公民,用恩惠与贿赂收买另一部分人,以武装力量阻拦保民官之一阿基利乌斯走出元老院,并将高呼天降雷鸣的加图本人逐出广场,甚至打伤多人、造成人员丧命,最终凭暴力强行通过了该法律,以至于许多人愤怒地聚集起来,向庞培的雕像投掷石块。
ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε· τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον ὁ Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπόμενος Πομπήϊον ἐμαρτύρατο καὶ προὔλεγεν ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δὲ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι μήτε ἀποθέσθαι δυνάμενος μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ,3 καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.
但加图亲自赶去阻止了这种行为。及至后来,又有人为恺撒提出关于行省与军团的法案时,加图不再面向民众,而是转向庞培本人,郑重警告并预言道:庞培如今是在不知不觉中将恺撒背负在自己的脖颈之上,然而一旦日后开始感到沉重并受制于人,既无力将其卸下,又无法忍受重负之时,他必将连同恺撒一同倾覆于城邦之上,届时他定会忆起加图的规劝,明白这些劝戒顾及庞培自身的利益,绝不下于顾及高尚与正义。庞培虽然多次听到这番话,却始终不以为意,置若罔闻,全因依仗自身的幸运与权势,而不肯相信恺撒会有叛逆之举。
- 43.1ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφʼ αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας
在表法令内容与结果的 ὥστε 引导的从句中,带宾格分词的短语(τὸν μὲν ... ἔχοντα ..., τὸν δὲ ... [ἔχοντα] ... ἐπιόντας)充当不定式 πολεμεῖν καὶ καταστρέφεσθαι 的逻辑主语。分词 ἔχοντα 与 ἐπιόντας 在格上与两位执政官的宾格主语一致。
- 43.3καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα
句式 οὐκ ἔφθη + 分词(ἀφεθείς)... καί ... 是希腊语中表示“刚一……就……”或“甫一……便……”的固定习惯用法。带有否定词的动词 φθάνω 与连词 καί 呼应,表明后一动作紧接着前一动作发生。
- 43.5ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δὲ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι μήτε ἀποθέσθαι δυνάμενος μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ
在 ὡς 引导的间接引语从句中,主语为第三人称单数的庞培。现在分词 ἀναλαμβάνων 描写庞培当前的举动,修饰第一核心动词“νῦν μὲν οὐκ οἶδεν”(如今他尚不自知);与之相对的后半句由时间从句“ὅταν δὲ ἄρχηται...”(而当他开始……时)引导,最终落在主要动词“εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ”(他将同恺撒一起倾覆于城邦)上,构成了脉络清晰的离隔对比句式。
