← 普鲁塔克

小加图传

§42.1-42.5

加图竞选大法官与执政官的阻挠

庞培与克拉苏当选执政官后,加图竞选大法官;二巨头遂借助违法立法、谎报凶兆、暴力驱逐和大规模贿选阻止加图当选,扶植瓦提尼乌斯取而代之。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλʼ εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δὲ ὁ Κάτων, ἀλλʼ αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστασθαι μὴ ἰδιώτης, οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης,1 πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες ἐψηφίσαντο τοὺς αἱρεθέντας στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν ᾧ δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν.2 ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι ἀνυπεύθυνον κατασκευάσαντες ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς ψήφοις φερομέναις ἐφεστῶτες.

多米提乌斯未能顶住危险,反而逃回家中,于是庞培与克拉苏当选为执政官。然而加图并未气馁,反而亲自挺身而出竞逐大法官职位,希望借此获得反对他们的斗争基地,并得以不以平民身份同掌权官吏抗衡。但他们二人亦对此深感忧惧,认为大法官一职若由加图担任,便足以同执政官匹敌;于是首先出其不意地、且在大多数人毫不知情的情况下召集元老院,通过决议规定新当选的大法官立即就职,不必等待法定间隔期——按规定在此期间应对贿选者提起诉讼。随后,他们借由该项决议使行贿免受追究,推举自己的爪牙和朋友竞选大法官,亲自散发金钱,并亲自监督选票的投掷。

§42.3

ὡς δὲ καὶ τούτων ἡ Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπʼ αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ πολλῷ τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν,3 ἥ τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης ὁ Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα διέλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης.

然而即使面对这些手段,加图的美德与声望依然占了上风,因为大多数人深感羞愧,认为用选票出卖加图是极不光彩之事,而城邦本该不惜代价买下他来做大法官;且首先被召集投票的部族宣布推选加图。庞培见状,突然谎称听到了雷声,极为卑鄙地解散了公民大会——因为惯例是一旦出现天象凶兆便须中止事务以示避忌,不得通过任何决议。

§42.4

αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατηγόν. ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δὲ ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν,4 παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον ὡς τοιαῦτα συνειδότας αὑτοῖς, καὶ τοιαύτης ἁπτομένους πολιτείας διʼ ἣν ἔδεισαν Κάτωνα, μὴ στρατηγὸς αὑτῶν περιγένηται. τέλος δὲ ἀπιόντα εἰς τὴν οἰκίαν προὔπεμψε πλῆθος τοσοῦτον ὅσον οὐδὲ σύμπαντας ἅμα τοὺς ἀποδεδειγμένους στρατηγούς.

其后,他们大肆行贿,并以武力将最优秀的公民驱逐出广场,最终促使瓦提尼乌斯取代加图当选为大法官。据说,当时那些以如此违法不义的方式投票的人,立即如同逃犯般溜走了;但在某位保民官为其余聚集在一起义愤填膺的公民就地主持集会时,加图登台发言,宛如受到神明启示一般,预言了城邦即将面临的一切,并激励公民们起来反抗庞培与克拉苏,指出这二人自知理亏,正在谋求这样一种政治体制,正是出于这种体制他们才害怕加图,担心他当上大法官后会压倒他们。最终,当加图返回家中时,护送他的人群之多,甚至超过了所有当选大法官随从的总和。

语法注4 条
  1. 42.1ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης

    带有主观原因连词 ὡς 的属格独立结构,表达庞培与克拉苏一派(οἱ δὲ)的主观担忧。表语形容词 ἀξιομάχου 与将来时分词 γενησομένης 构成表语关系,意指法官职位由于加图的缘故将足以与执政官职位抗衡。

  2. 42.2ἐν ᾧ δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν

    修饰先行词 τὸν νόμιμον χρόνον 的关系从句。指当选与就职之间依法留出的间隔期,专门用于对贿选者(τοῖς δεκάσασι)提起诉讼(δίκαι)。与格 τοῖς δεκάσασι 表受害或针对对象(针对贿选者的审判)。

  3. 42.3ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν

    出卖(ἀποδόσθαι)与购买(πρίασθαι)形成修辞性对照。前半句指“用选票出卖加图”,后半句非人称结构 καλῶς εἶχε(理应/本该)接不定词 πρίασθαι,τῇ πόλει 为利益与格或不定词的施事者,意为“城邦本该(不惜代价)买下其作为大法官的加图”。

  4. 42.4καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν

    受前文 λέγεται(据说)支配的带不定词的宾格结构(Accusativus cum Infinitivo)。宾格逻辑主语 καταστάντα τὸν Κάτωνα(加图登台)统领由 μέν...δέ 并列连接的两个不定词 προειπεῖν(预言)与 παρορμῆσαι(激励)。短语 ὥσπερ ἐκ θεῶν ἐπίπνουν(宛如受神明启示)作状语修饰 προειπεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:42.1-42.5