- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:41.1-41.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培、克拉苏与恺撒结盟密谋攫取执政官职位并瓜分大权。加图鼓励妹夫多米提乌斯出马竞选以示抗争,但一行人在前往投票途中遭遇敌派伏击。
ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ στρατιωτικὰς δυνάμεις, ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει τῆς πολιτείας συνωμοσία.
此后,庞培与克拉苏会见了越过阿尔卑斯山而来的恺撒,共同商定谋求第二次执政官职位;并在就职之后,通过决议将恺撒的统帅任期再延长同样的时间,而为他们自己取得最大省份的管辖权、经费以及军队——这实际上是一场瓜分帝国统治权并颠覆国家体制的阴谋。
πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.
当时有许多优秀人士正准备谋求该职,但庞培与克拉苏仅凭在竞选中露面便劝退了其他人;加图唯独劝说娶了他妹妹波尔基娅的卢基乌斯·多米提乌斯不要退让或屈服,因为这场斗争并非关乎官职,而是关乎罗马人的自由。
καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλʼ ἀφαιρετέον αὐτῆς τὸν ἕτερον.1 καὶ συνίσταντο πρὸς τὸν Δομίτιον παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι· πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ δέος ἐν ταῖς ψήφοις ὑπάρξειν.
而且,在城中仍保持清醒的那部分人当中也传开了一种呼声,认为绝不能坐视克拉苏与庞培的势力合流致使最高权力变得完全尾大不掉且令人不堪重负,必须从这项官职中剥夺去他们二人中的一个。众人遂聚集在多米提乌斯身边,激励并鼓舞他挺身竞逐;因为即使那些眼下出于恐惧而保持沉默的人,到了投票时也会有许多转而支持他。
τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ καταβαίνοντι ὄρθριον ὑπὸ λαμπάδων εἰς τὸ πεδίον, καὶ πρῶτος μὲν ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ2 πληγεὶς καὶ πεσὼν ἀπέθανε· μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομένων ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου.
庞培一派对此深感忧惧,便在拂晓时分趁着多米提乌斯在火把映照下前往战神广场时设下埋伏。首先,站在多米提乌斯身前引路持炬的人被打中倒地身亡;继他之后,其余随从亦纷纷受伤,除加图与多米提乌斯外,众人都四散奔逃。
κατεῖχε γὰρ αὐτὸν ὁ Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν, ἕως ἐμπνέωσι, τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπʼ αὐτὴν βαδίζοντες.
因为加图拉住了多米提乌斯,尽管他自己手臂也负了伤,却仍督促他坚守到底,只要尚存一息就绝不能放弃对抗僭主、争取自由的斗争;那些人既然以如此重大的罪行走向权力,便已清楚表明他们将以何种方式行使这一官职。
- 41.3ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλʼ ἀφαιρετέον αὐτῆς τὸν ἕτερον
动词性形容词 περιοπτέον 后接补充成分分词(τὴν ἀρχὴν ... γενομένην),意为“不可坐视官职变成……”。随后通过 ἀλλʼ 与 ἀφαιρετέον 并列,该动词性形容词支配夺格性属格(分离属格)αὐτῆς(指代 τῆς ἀρχῆς)和宾格宾语 τὸν ἕτερον,意为“而必须从该官职中夺去他们二人中的一个”。
- 41.4ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ
现在分词 ὁ προφαίνων 作名词化用法,指“在前面照亮道路者(持火把的前导侍从)”。第二不定过去时分词 ἐπιστάς 修饰该词,其支配复合动词 ἐφίστημι 所要求的与格 τῷ Δομιτίῳ,表示该持火把者正站在多米提乌斯身前引路。
