- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:38.1-38.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图利用系有软木浮标的容器成功将塞浦路斯巨款安全运回,但他悉心记录的两部账册却均因意外损毁,未能将其作为典范昭示于世,令他深感痛惜。
τῷ δὲ Κάτωνι συνήχθη μὲν ἀργυρίου τάλαντα μικρὸν ἑπτακισχιλίων ἀποδέοντα, δεδιὼς δὲ τοῦ πλοῦ τὸ μῆκος ἀγγεῖα πολλὰ κατασκευάσας, ὧν ἕκαστον ἐχώρει δύο τάλαντα καὶ δραχμὰς πεντακοσίας, καλώδιον ἑκάστῳ μακρὸν προσήρτησεν, οὗ τῇ ἀρχῇ προσείχετο φελλὸς εὐμεγέθης, ὅπως, εἰ ῥαγείη τὸ πλοῖον, ἔχων διὰ βυθοῦ τὸ ἄρτημα σημαίνοι τὸν τόπον.1
汇集到加图那里的白银将近七千塔兰同。由于担心航程遥远,他制作了许多容器,每个能容纳两塔兰同五百德拉克马,并在每个容器上系了一根长绳,绳端系有一大块软木,以便在船只倾覆时,软木能穿过深海牵连着悬挂物,从而标出沉没的位置。
τὰ μὲν οὖν χρήματα πλὴν ὀλίγων τινῶν ἀσφαλῶς διεκομίσθη, λόγους δὲ πάντων ὧν διῴκησε γεγραμμένους ἐπιμελῶς ἔχων ἐν δυσὶ βιβλίοις οὐδέτερον ἔσωσεν,2 ἀλλὰ τὸ μὲν ἀπελεύθερος αὐτοῦ κομίζων ὄνομα Φιλάργυρος ἐκ Κεγχρεῶν ἀναχθεὶς ἀνετράπη καὶ συναπώλεσε τοῖς φορτίοις, τὸ δὲ αὐτὸς ἄχρι Κερκύρας φυλάξας ἐν ἀγορᾷ κατεσκήνωσε· τῶν δὲ ναυτῶν διὰ τὸ ῥιγοῦν πυρὰ πολλὰ καιόντων τῆς νυκτός ἥφθησαν αἱ σκηναί καὶ τὸ βιβλίον ἠφανίσθη. τοὺς μὲν οὖν ἐχθροὺς καὶ συκοφάντας ἐπιστομιεῖν ἤμελλον οἱ βασιλικοὶ διοικηταὶ παρόντες, ἄλλως δὲ τῷ Κάτωνι τὸ πρᾶγμα δηγμὸν ἤνεγκεν. οὐ γὰρ εἰς πίστιν ὑπὲρ αὑτοῦ τοὺς λόγους, ἀλλὰ παράδειγμα τοῖς ἄλλοις ἀκριβείας ἐξενεγκεῖν φιλοτιμούμενος ἐνεμεσήθη.3
于是,除了极少数之外,这笔财货均被安全运达;然而,加图虽将自己经办的一切账目都悉心记录在两部账册之中,却连一部也没能保全。其中一部由他名叫菲拉尔古罗斯的获释奴携带着,自肯克瑞埃起航后船只倾覆,随同货物一同丧失;另一部加图自己妥善保管至凯尔基拉,并在广场上扎营;但水手们因天寒在夜间燃起许多篝火,营帐起火,那部账册亦化为乌有。王室的管账官员都在场,固然将会堵住仇敌与诬告者的嘴,然而在其他方面,此事却给加图带来了刺痛。因为他并非企图拿出账册来证明自身的清白,而是热望将其作为他人严谨行事的典范昭示于世,因而招致了〔上天的〕忌恨。
- 38.1ἔχων διὰ βυθοῦ τὸ ἄρτημα σημαίνοι τὸν τόπον
分词 ἔχων 的主语为前一关系从句中的 φελλός(软木浮标)。此处描述其工作机制:漂浮在水面的软木穿过深水(διὰ βυθοῦ)牵系着悬挂的沉重容器(τὸ ἄρτημα),从而指示出(σημαίνοι)失事沉没的地点。
- 38.2λόγους δὲ πάντων ὧν διῴκησε γεγραμμένους ἐπιμελῶς ἔχων ἐν δυσὶ βιβλίοις οὐδέτερον ἔσωσεν
宾格短语 λόγους ... γεγραμμένους 被前置以作主题化,而主动词 ἔσωσεν 的直接宾语则是中性代词 οὐδέτερον(指代前文的 ἐν δυσὶ βιβλίοις,即两部账册中的任何一部)。整个结构意为:虽然他将账目悉心抄录在两部账册中,却一部也未能保全。
- 38.3οὐ γὰρ εἰς πίστιν ὑπὲρ αὑτοῦ τοὺς λόγους, ἀλλὰ παράδειγμα τοῖς ἄλλοις ἀκριβείας ἐξενεγκεῖν φιλοτιμούμενος ἐνεμεσήθη
在对比句 οὐ γὰρ εἰς πίστιν... ἀλλὰ παράδειγμα... 中,前半句承后半句省略了不定式短语 ἐξενεγκεῖν φιλοτιμούμενος(即“并非热衷于将账目拿出作为对自身的证明,而是热望将其作为范例昭示众人”)。动词 ἐνεμεσήθη 为支配与格的动词 νεμεσάω 之人称被动式,意为因其急于求名(φιλοτιμούμενος)而“招致了涅墨西斯(上天或命运的忌恨)”。
