← 普鲁塔克

小加图传

§39.1-39.4

加图返抵罗马与谢绝元老院特权

加图押运巨额财富回到罗马,受到长官、元老院及民众的隆重迎候。尽管有人批评他未向执政官先行致意,元老院仍决议授予他特权,但他谢绝了荣誉,仅为王室总管请求了自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

περαιωθεὶς δὲ ταῖς ναυσὶν οὐκ ἔλαθε τοὺς Ῥωμαίους, ἀλλὰ πάντες μὲν ἄρχοντες καὶ ἱερεῖς, πᾶσα δὲ ἡ βουλή, πολὺ δὲ τοῦ δήμου μέρος ἀπήντων πρὸς τὸν ποταμόν, ὥστε τὰς ὄχθας ἀμφοτέρας ἀποκεκρύφθαι καὶ θριάμβου μηδὲν ὄψει καὶ φιλοτιμίᾳ λείπεσθαι τὸν ἀνάπλουν αὐτοῦ.

当他率船队渡海而归时,并未瞒过罗马人;相反,所有的长官与祭司、整个元老院以及平民的大部都前往河边迎候,以至于两岸皆被人群遮蔽,他乘船溯流而上的场面,在壮观与隆重上无一逊色于凯旋式。

§39.2

καίτοι σκαιὸν ἐνίοις τοῦτο ἐφαίνετο καὶ αὔθαδες, ὅτι τῶν ὑπάτων καὶ τῶν στρατηγῶν παρόντων οὔτε ἀπέβη πρὸς αὐτούς οὔτε ἐπέσχε τὸν πλοῦν, ἀλλὰ ῥοθίῳ τὴν ὄχθην παρεξελαύνων ἐπὶ νεὼς ἑξήρους βασιλικῆς οὐκ ἀνῆκε πρότερον ἢ καθορμίσαι1 τὸν στόλον εἰς τὸ νεώριον.

然而在某些人看来,这显得笨拙而傲慢:尽管执政官与裁判官都在场,他既未登岸向他们致意,亦未停航,而是乘坐一艘王家六层桨战船,激起白浪掠岸而过,直到将舰队系泊于造船厂之前,未曾有丝毫减速停歇。

§39.3

οὐ μὴν ἀλλὰ τῶν χρημάτων παρακομιζομένων διʼ ἀγορᾶς ὅ τε δῆμος ἐθαύμαζε τὸ πλῆθος, ἥ τε βουλὴ συναχθεῖσα μετὰ τῶν πρεπόντων ἐπαίνων ἐψηφίσατο τῷ Κάτωνι, στρατηγίαν ἐξαίρετον δοθῆναι2 καὶ τὰς θέας αὐτὸν ἐν ἐσθῆτι περιπορφύρῳ θεάσασθαι. ταῦτα μὲν οὖν ὁ Κάτων παρῃτήσατο, Νικίαν δὲ τὸν οἰκονόμον τῶν βασιλικῶν ἐλεύθερον ἔπεισε τὴν βουλὴν ἀφεῖναι, μαρτυρήσας ἐπιμέλειαν καὶ πίστιν.

即便如此,当财物运经广场时,民众依然为其浩大而惊叹,元老院集会后伴随应有的赞扬通过决议,授予加图特殊的裁判官职权,并准许他身着紫边长袍观看竞技。加图固然谢绝了这些恩遇,但为王室总管尼基阿斯的尽责与忠诚作证,说服元老院赐予其自由。

§39.4

ὑπάτευε δὲ Φίλιππος ὁ πατὴρ τῆς Μαρκίας, καὶ τρόπον τινὰ τὸ ἀξίωμα τῆς ἀρχῆς καὶ ἡ δύναμις εἰς Κάτωνα περιῆλθεν, οὐκ ἐλάττονα τοῦ συνάρχοντος διʼ ἀρετὴν ἢ διʼ οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος.3

当时担任执政官的正是玛尔基娅的父亲腓力,而由于腓力的同僚长官因加图的美德而给予他的尊崇,丝毫不亚于腓力因亲属关系而给予他的尊崇,因而在某种程度上,执政官职位的尊严与权力转移到了加图身上。

语法注3 条
  1. 39.2οὐκ ἀνῆκε πρότερον ἢ καθορμίσαι

    连词 πρότερον ἤ(在……之前)接不定式 καθορμίσαι。主动词 ἀνῆκε(ἀνίημι 的不定过去时)意为“松劲、放缓”,在否定词 οὐκ 的修饰下,表示“直到将舰队系泊之前决不放缓/停歇”的持续前进行动。

  2. 39.3στρατηγίαν ἐξαίρετον δοθῆναι

    依附于动词 ἐψηφίσατο 的对格不定式结构。名词 στρατηγία 指罗马的裁判官职(praetura),形容词 ἐξαίρετος 意为“特殊的、例外的”,指通过特别法令豁免法定年龄或晋升阶梯程序而提前授予的裁判官职权。

  3. 39.4οὐκ ἐλάττονα τοῦ συνάρχοντος διʼ ἀρετὴν ἢ διʼ οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος

    独立属格结构,其逻辑主语为 τοῦ συνάρχοντος,分词为 προστιθέντος。句中包含双重对比:“因美德”(διʼ ἀρετήν)与“因亲属关系”(διʼ οἰκειότητα),以及同僚执政官与腓力(τοῦ Φιλίππου 为与 τοῦ συνάρχοντος 相对的属格主语)。整体语义结构为:执政官同僚因德行给予加图的尊崇,并不亚于腓力因亲戚关系给予他的尊崇。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:39.1-39.4