← 普鲁塔克

小加图传

§37.1-37.5

穆纳提乌斯与加图的决裂与和解

本段根据穆纳提乌斯本人的记述,详述了他与加图的龃龉实起因于受冷遇及对卡尼狄乌斯的嫉妒,并记叙了两人在玛尔基亚的斡旋下最终重归于好的全过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ὁ μέντοι Μουνάτιος οὐκ ἀπιστίᾳ τοῦ Κάτωνος, ἀλλʼ ἐκείνου μὲν ὀλιγωρίᾳ πρὸς αὐτὸν, αὐτοῦ δέ τινι ζηλοτυπίᾳ πρὸς τὸν Κανίδιον ἱστορεῖ γενέσθαι τὴν ὀργήν. καὶ γὰρ αὐτὸς σύγγραμμα περὶ τοῦ Κάτωνος ἐξέδωκεν, ᾧ μάλιστα Θρασέας ἐπηκολούθησε.

然而穆纳提乌斯记载,这场愤怒并非源于加图的猜忌,而是因为加图对他的怠慢,以及他自己对卡尼狄乌斯的某种嫉妒。盖因他自己曾出版了一部关于加图的著作,色拉塞亚主要因袭的正是此书。

§37.2

λέγει δὲ ὕστερος μὲν εἰς Κύπρον ἀφικέσθαι καὶ λαβεῖν παρημελημένην ξενίαν, ἐλθὼν δὲ ἐπὶ θύρας ἀπωσθῆναι, σκευωρουμένου τι τοῦ Κάτωνος οἴκοι σὺν τῷ Κανιδίῳ, μεμψάμενος δὲ μετρίως οὐ μετρίας τυχεῖν ἀποκρίσεως, ὅτι κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θεόφραστος, αἴτιον τοῦ μισεῖν γίνεσθαι πολλάκις· ἐπεὶ καὶ σύ, φάναι, τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος ἢ προσήκει τιμᾶσθαι χαλεπαίνεις.1

他自述说,他较迟抵达塞浦路斯,得到的是简陋的住所;当他前去叩门时却被拒之门外,因为加图正在屋内与卡尼狄乌斯密谋某事;当他适度地表达不满时,得到的却是毫不客气的答复:正如泰奥弗拉斯托斯所说,过度之爱往往冒着沦为仇恨之因的危险;“因为你也是,”加图说道,“正是由于爱之至深,自以为未获应有的重视,才心生怨怼。

§37.3

Κανιδίῳ δὲ καὶ διʼ ἐμπειρίαν χρῶμαι καὶ διὰ πίστιν ἑτέρων μᾶλλον, ἐξ ἀρχῆς μὲν ἀφιγμένῳ, καθαρῷ δὲ φαινομένῳ. ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν.2 αἰσθόμενος οὖν αὐτὸς οὔτε ἐπὶ δεῖπνον ἔτι φοιτᾶν οὔτε σύμβουλος ὑπακούειν καλούμενος, ἀπειλοῦντος δὲ τοῦ Κάτωνος, ὥσπερ εἰώθασι τῶν ἀπειθούντων, ἐνέχυρα λήψεσθαι, μηδὲν φροντίσας ἐκπλεῦσαι καὶ πολὺν χρόνον ἐν ὀργῇ διατελεῖν·

至于卡尼狄乌斯,我之所以用他胜过他人,既因其经验,亦因其忠信,且他自始便已前来,行事亦显清白廉洁。” 然而加图却将这些单独与他交谈的话泄露给了卡尼狄乌斯。穆纳提乌斯察觉此事后,便不再前往赴宴,即便被召去充当顾问也不再应命;及至加图威胁要按照对待抗命者的惯例扣押其担保物,他亦毫不顾惜,扬帆出海,长久地心怀怨怒。

§37.4

χρόνον ἐν ὀργῇ διατελεῖν· εἶτα τῆς Μαρκίας ἔτι γὰρ συνῷκει τῷ Κάτωνι διαλεχθείσης, τυχεῖν μὲν ὑπὸ Βάρκα κεκλημένους ἐπὶ δεῖπνον, εἰσελθόντα δὲ ὕστερον τὸν Κάτωνα, τῶν ἄλλων κατακειμένων, ἐρωτᾶν ὅπου κατακλιθείη. τοῦ δὲ Βάρκα κελεύσαντος ὅπου βούλεται, περιβλεψάμενον εἰπεῖν ὅτι παρὰ Μουνάτιον καὶ περιελθόντα πλησίον αὐτοῦ κατακλιθῆναι, πλέον δὲ μηθὲν φιλοφρονήσασθαι παρὰ τὸ δεῖπνον.

后来,当时仍与加图同住的玛尔基亚前去相劝,二人恰巧受巴尔卡之邀共赴晚餐。加图在他人皆已入席后才迟迟步入,询问自己应在何处就座。巴尔卡让他随意,他环顾四周后说道:“在穆纳提乌斯身边。”遂绕过去坐于其旁,但在整个宴席期间未再表露更多友善。

§37.5

ἀλλὰ πάλιν τῆς Μαρκίας δεομένης τὸν μὲν Κάτωνα γράψαι πρὸς αὐτὸν, ὡς ἐντυχεῖν τι βουλόμενον, αὐτὸς δὲ ἥκειν ἕωθεν εἰς τὴν οἰκίαν καὶ ὑπὸ τῆς Μαρκίας κατασχεθῆναι μέχρι πάντες ἀπηλλάγησαν, οὕτω δὲ εἰσελθόντα τὸν Κάτωνα καὶ περιβαλόντα τὰς χεῖρας ἀμφοτέρας ἀσπάσασθαι καὶ φιλοφρονεῖσθαι. ταῦτα μὲν οὖν οὐχ ἧττον οἰόμενοι τῶν ὑπαίθρων καὶ μεγάλων πράξεων3 πρὸς ἔνδειξιν ἤθους καὶ κατανόησιν ἔχειν τινὰ σαφήνειαν ἐπὶ πλέον διήλθομεν.

然而经玛尔基亚再次恳求,加图致信给他,称愿与之相见;穆纳提乌斯本人遂于清晨前往其宅邸,并在玛尔基亚的挽留下一直停留至众人离去。随后加图步入,双臂环抱,上前致意并深表亲睦。我们之所以将这些琐事叙述得如此详尽,乃是认为它们对于揭示和理解人物性情而言,其清晰程度绝不下于那些在众目睽睽之下建树的宏大功业。

语法注3 条
  1. 37.2ἐπεὶ καὶ σύ, φάναι, τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος ἢ προσήκει τιμᾶσθαι χαλεπαίνεις

    不定式 φάναι 插入在由 λέγει 引导的间接引语序列中,用以引出加图本人的原话。带冠词的不定式 τῷ μάλιστα φιλεῖν 作原因与格(“因爱之至深”),解释了分词 οἰόμενος 所表达之心理的动因。

  2. 37.3ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν

    这是由主语对格 τὸν Κάτωνα 与不定式 ἐξενεγκεῖν 构成的对格不定式结构。宾语为 ταῦτα,异态动词的不定过去时分词 διαλεχθέντα(主动义,“交谈”)修饰 τὸν Κάτωνα。μόνον(阳性单数对格,修饰 τὸν Κάτωνα)αὐτῷ μόνῳ(阳性单数与格)即惯用语 μόνος μόνῳ(“单独一对一地”)的对格形式。

  3. 37.5τῶν ὑπαίθρων καὶ μεγάλων πράξεων

    这是紧接在否定比较级 οὐχ ἧττον(“不下于……”)之后的比较属格。τῶν ὑπαίθρων 字面意为“露天的/户外的”,在此指在众目睽睽之下开展的军事或政治活动等宏大功业,与揭示个人性情的私下、室内轶事相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:37.1-37.5