← 普鲁塔克

小加图传

§34.1-34.4

克洛狄乌斯派遣加图前往塞浦路斯

三头政治派系虽掌握全权却依然畏惧加图;保民官克洛狄乌斯为扫清流放西塞罗的障碍,指派加图前往塞浦路斯和拜占庭执行艰难的使命,以将其排挤出罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

ἀλλὰ καίπερ οὕτως τὰ πράγματα κατειληφότες ἐγκρατῶς, καὶ τὸ μὲν χάριτι τῆς πόλεως, τὸ δὲ φόβῳ μέρος ὑφʼ ἑαυτοὺς ἔχοντες ὅμως ἐφοβοῦντο τὸν Κάτωνα, καὶ γάρ ἐν οἷς περιῆσαν αὐτοῦ τό γε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλʼ ἐλεγχομένους βιάζεσθαι μόλις1 ἀνιαρὸν ἦν καὶ πρόσαντες.

然而,尽管他们如此牢固地掌握了政局,凭恩惠将城中的一部分、凭威慑将另一部分置于自己控制之下,他们却依然畏惧加图;因为即便在他们胜过他的那些事情上,那种伴随着艰难与劳苦、难逃羞耻、且在遭受驳斥之后才勉强诉诸暴力的做法本身,就令人痛苦而恼恨。

§34.2

ὁ δὲ Κλώδιος οὐδὲ Κικέρωνα καταλύσειν ἤλπιζε Κάτωνος παρόντος, ἀλλὰ τοῦτο διαμηχανώμενος πρῶτον, ὡς εἰς ἀρχὴν κατέστη, μετεπέμψατο τὸν Κάτωνα καὶ λόγους αὐτῷ προσήνεγκεν ὡς πάντων ἐκεῖνον ἡγούμενος ἄνδρα Ῥωμαίων καθαρώτατον ἔργῳ διδόναι πίστιν ἕτοιμός ἐστι· πολλῶν γὰρ αἰτουμένων τὴν ἐπὶ Κύπρον καὶ Πτολεμαῖον ἀρχὴν καὶ δεομένων ἀποσταλῆναι μόνον ἄξιον ἐκεῖνον ἡγεῖσθαι καὶ διδόναι τὴν χάριν ἡδέως.

而克洛狄乌斯甚至不指望在加图在场时能扳倒西塞罗,而是首先谋划此事,一就任官职便召来加图,向他致辞道:由于他认为加图是全体罗马人中最清廉之人,故准备用实际行动给予确证;因为尽管许多人请求掌管针对塞浦路斯和托勒密的统辖权并乞求被派往该处,他却唯独认为加图配得上此职,并乐于施予这份恩惠。

§34.3

ἀνακραγόντος δὲ τοῦ Κάτωνος ὡς ἐνέδρα τὸ πρᾶγμα καὶ προπηλακισμός, οὐ χάρις ἐστίν, ὑπερηφάνως ὁ Κλώδιος καὶ ὀλιγώρως, οὐκοῦν, εἶπεν, εἰ μὴ χάριν ἔχεις,2 ἀνιώμενος πλεύσῃ, καὶ προσελθὼν εὐθὺς εἰς τὸν δῆμον ἐκύρωσε νόμῳ τὴν ἔκπεμψιν τοῦ Κάτωνος, ἐξιόντι δὲ οὐ ναῦν, οὐ στρατιώτην, οὐχ ὑπηρέτην ἔδωκε πλὴν ἢ δύο γραμματεῖς μόνον, ὧν ὁ μὲν κλέπτης καὶ παμπόνηρος, ἅτερος δὲ Κλωδίου πελάτης.

然而加图大声疾呼,说这桩差事纯属陷阱与羞辱,绝非恩惠。克洛狄乌斯便傲慢而轻蔑地说道: “那么,既然你不领情,你就心怀懊恼地出航吧,”随即他径直前往民众大会,依法律确立了派遣加图的提案;当加图启程时,他未给予一艘船只、一名士兵、一名随从,仅仅给了两名文书,其中一人是盗贼且极其恶劣,另一人则是克洛狄乌斯的门客。

§34.4

ὡς δὲ μικρὸν ἔργον αὐτῷ Κύπρον καὶ Πτολεμαῖον ἀναθείς, ἔτι καὶ Βυζαντίων φυγάδας κατάγειν προσέταξε, βουλόμενος ὅτι πλεῖστον χρόνον ἐκποδὼν ἄρχοντος αὐτοῦ3 γενέσθαι τὸν Κάτωνα.

而且,似乎将塞浦路斯与托勒密之事托付给他还只是一项小差事,他又命令加图送还拜占庭的流亡者,意图在自己任职期间让加图尽可能长久地不在跟前碍事。

语法注3 条
  1. 34.1τό γε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλʼ ἐλεγχομένους βιάζεσθαι μόλις

    带冠词不定式 τό ... βιάζεσθαι(“诉诸暴力/强行施加”)作句子的主语,后续的 ἀνιαρὸν ἦν καὶ πρόσαντες 作其谓语形容词。在不定式之前插入了若干状语短语以及与不定式逻辑主语(宾格)一致的现在分词 ἐλεγχομένους(“遭受驳斥”),构成了显著的隔置结构。

  2. 34.3εἰ μὴ χάριν ἔχεις

    成语 χάριν ἔχω 意为“感激”、“心怀感恩”。加图在前一句中声称这项差事“并非恩惠”(οὐ χάρις ἐστίν),克洛狄乌斯在此借用同根词进行反讽性的语词回应(“既然你不领情/不当成恩惠”)。

  3. 34.4ἄρχοντος αὐτοῦ

    属格绝对结构。代词 αὐτοῦ 指代主句主语克洛狄乌斯本人,意为“在他自己(担任保民官)在职期间”。此处使用了非反身第三人称代词来指代主句主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:34.1-34.4