- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:33.1-33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒提出坎帕尼亚土地分配法并下令将反对的加图下狱,但在面对元老院与民众的愤慨后借保民官之手将其释放;随后恺撒确立了在高卢的统帅权,并扶植克洛狄乌斯等人掌握要职。
ἐπαρθεὶς οὖν ὁ Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα τοῖς ἀπόροις καὶ πένησιν. ἀντέλεγε δὲ οὐδεὶς πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος ὁ Καῖσαρ εἷλκεν εἰς δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλʼ ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοιαῦτα πολιτευομένους.
恺撒因而受到鼓舞,又提出另一项法案,把坎帕尼亚几乎全境额外分配给贫民和无产者。除了加图之外无人反对,恺撒便下令将他从讲坛拖往监狱;然而加图丝毫未收敛其直言不讳的锋芒,而是一边走一边就这项法案进行议论,劝告他们停止推行此类政策。
ἐπηκολούθει δὲ ἡ βουλὴ μετὰ κατηφείας, καὶ τοῦ δήμου τὸ βέλτιστον ἀγανακτοῦν σιωπῇ καὶ ἀχθόμενον, ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας,1 ἀλλὰ φιλονεικῶν καὶ περιμένων ὑπὸ τοῦ Κάτωνος ἐπίκλησιν γενέσθαι καὶ δέησιν προῆγεν. ἐπεὶ δὲ ἐκεῖνος ἦν δῆλος οὐδὲ μελλήσων τι ποιεῖν,2 ἡττηθεὶς ὑπὸ αἰσχύνης καὶ ἀδοξίας ὁ Καῖσαρ αὐτός τινα τῶν δημάρχων ὑφῆκε πείσας ἐξελέσθαι τὸν Κάτωνα.
元老院神情沮丧地尾随其后,民众中最优秀的部分也在沉默中义愤填膺、深感痛苦,以致他们的愤懑并未逃过恺撒的眼睛;但他出于争强好胜之心,等待着加图方面提出上诉和哀求,因而继续向前押送。但当显而易见加图甚至根本无意作出任何此类举动时,恺撒因顾忌羞耻与恶名而妥协,自己暗中唆使并说服一名保民官将加图解救出来。
τοῖς μέντοι νόμοις ἐκείνοις καὶ ταῖς χάρισι τιθασεύσαντες τὸν ὄχλον, ἐψηφίσαντο Καίσαρι μὲν Ἰλλυριῶν καὶ Γαλατίας ἀρχὴν ἁπάσης καὶ τέσσαρα τάγματα στρατιᾶς εἰς πενταετίαν, προλέγοντος Κάτωνος ὡς εἰς ἀκρόπολιν τὸν τύραννον αὐτοὶ ταῖς ἑαυτῶν ψήφοις ἱδρύουσι, Πόπλιον δὲ Κλώδιον ἐκ πατρικίων εἰς δημοτικοὺς παρανόμως μεταστήσαντες ἀπέδειξαν δήμαρχον, ἐπὶ μισθῷ τῇ Κικέρωνος ἐξελάσει3 πάντα πρὸς χάριν ἐκείνοις πολιτευόμενον, ὑπάτους δὲ Πείσωνά τε Καλπούρνιον, ὃς ἦν πατὴρ τῆς Καίσαρος γυναικός, καὶ Γαβίνιον Αὖλον, ἐκ τῶν Πομπηΐου κόλπων ἄνθρωπον, ὥς φασιν οἱ τὸν τρόπον αὐτοῦ καὶ τὸν βίον εἰδότες.
然而,他们凭借那些法律和施惠驯服了民众之后,便表决授予恺撒对伊利里亚以及全高卢的统治权和四个军团的军队,为期五年——加图事先警告他们,他们正用自己的选票将僭主安立在卫城之上——并且违法地将普布利乌斯·克洛狄乌斯从贵族阶级转入平民阶层,任命他为保民官,克洛狄乌斯以流放西塞罗为报酬,完全迎合他们的心意行事;他们还推选了卡尔普尔尼乌斯·皮索(恺撒妻子的父亲)以及奥卢斯·加比尼乌斯(据深知其为人与生平者称,他是庞培的贴心亲信)担任执政官。
- 33.2ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας
在表示结果的 ὥστε 从句中,动词 λανθάνω 支配宾格受词(τὸν Καίσαρα)及宾格补足分词(βαρέως φέροντας),意为“他们心怀愤懑之事并未瞒过恺撒”。分词所修饰的逻辑主语指代前文所述的元老院及民众中的良善阶层。
- 33.2ἐπεὶ δὲ ἐκεῖνος ἦν δῆλος οὐδὲ μελλήσων τι ποιεῖν
形容词 δῆλος 的人称句式(δῆλός εἰμι 搭配分词),意为“当他显然根本无意做任何事情时”。否定词 οὐδέ 修饰将来分词 μελλήσων,强化了“甚至完全没有去做的企图或打算”之意。
- 33.4ἐπὶ μισθῷ τῇ Κικέρωνος ἐξελάσει
介词 ἐπί 引导表示条件与报酬的与格 μισθῷ(“以……为报酬/条件”),同格与格短语 τῇ Κικέρωνος ἐξελάσει(“西塞罗的流放”)具体说明了该报酬的内容。
