- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:35.1-35.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图劝告西塞罗顺应时局接受流亡,并劝说塞浦路斯国王托勒密体面归顺。在罗得岛期间,他接见了埃及国王托勒密,告诫其切勿依附罗马权贵,劝其返国与臣民和解。
τοιαύτῃ δὲ καταληφθεὶς ἀνάγκῃ Κικέρωνι μὲν ἐλαυνομένῳ παρῄνεσε μὴ στασιάσαι μηδὲ εἰς ὅπλα καὶ φόνους τὴν πόλιν ἐμβαλεῖν, ἀλλʼ ὑπεκστάντα τῷ καιρῷ πάλιν γενέσθαι σωτῆρα τῆς πατρίδος, Κανίδιον δέ τινα τῶν φίλων προπέμψας εἰς Κύπρον ἔπειθε τὸν Πτολεμαῖον ἄνευ μάχης εἴκειν, ὡς οὔτε χρημάτων οὔτε τιμῆς ἐνδεᾶ βιωσόμενον· ἱερωσύνην γὰρ αὐτῷ τῆς ἐν Πάφῳ θεοῦ δώσειν τὸν δῆμον.
陷入如此无可奈何之境地的加图,对正遭驱逐的西塞罗劝告说,切勿挑起内讧,亦不要使全城陷入兵戎与流血,而应顺应时局隐忍退让,以便日后再度成为祖国的救星;另一方面,他派遣密友之一卡尼狄乌斯先行前往塞浦路斯,劝说托勒密不战而降,理由是他日后的生活绝不会欠缺钱财与尊荣:因为罗马人民将把帕福斯女神的祭司职位授予他。
αὐτὸς δὲ διέτριβεν ἐν Ῥόδῳ παρασκευαζόμενος ἅμα καὶ τὰς ἀποκρίσεις ἀναμένων. ἐν δὲ τούτῳ Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ὑπʼ ὀργῆς τινος καὶ διαφορᾶς πρὸς τοὺς πολίτας ἀπολελοιπὼς μὲν Ἀλεξάνδρειαν, εἰς δὲ Ῥώμην πλέων, ὡς Πομπηΐου καὶ Καίσαρος αὖθις αὑτὸν μετὰ δυνάμεως καταξόντων, ἐντυχεῖν τῷ Κάτωνι βουληθεὶς προσέπεμψεν, ἐλπίζων ἐκεῖνον ὡς αὑτὸν ἥξειν.
加图本人则留驻罗得岛,一边整备物资,一边等待回音。在此期间,埃及国王托勒密因与臣民发生某种愤怒与争执而离开亚历山大里亚,正航往罗马,以为庞培与恺撒会率领大军将他再度送回王位;他希望能与加图会面,便派人前去传话,指望加图会亲自前来谒见他。
ὁ δὲ Κάτων ἐτύγχανε μὲν ὢν τότε περὶ κοιλίας κάθαρσιν, ἥκειν δὲ τὸν Πτολεμαῖον, εἰ βούλοιτο, κελεύσας πρὸς αὐτόν, ὡς δὲ ἦλθεν, οὔτε ἀπαντήσας οὔτε ὑπεξαναστάς, ἀλλʼ ὡς ἕνα τῶν ἐπιτυχόντων ἀσπασάμενος καὶ καθίσαι κελεύσας, πρῶτον αὐτοῖς τούτοις διετάραξε, θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους.1
然而加图当时恰巧正在服药通便,便吩咐托勒密若有心会见,就自己到他这里来;当托勒密到来时,加图既未前去迎接,亦未起身致意,只如同对待一个普通路人那般致意并命他就座。加图首先以这番举动使国王陷入惊慌动摇,国王面对加图简朴平民化的装束,对其人品的巍然傲岸与威严庄重惊叹不已。
ἐπεὶ δὲ καὶ διαλέγεσθαι περὶ τῶν καθʼ αὑτὸν ἀρξάμενος ἠκροάσατο λόγων νοῦν πολὺν ἐχόντων καὶ παρρησίαν, ἐπιτιμῶντος αὐτῷ τοῦ Κάτωνος καὶ διδάσκοντος ὅσην εὐδαιμονίαν ἀπολιπὼν ὅσαις ἑαυτὸν ὑποτίθησι λατρείαις καὶ πόνοις καὶ δωροδοκίαις καὶ πλεονεξίαις τῶν ἐν Ῥώμῃ δυνατῶν, οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον,2 συμβουλεύοντος δὲ πλεῖν ὀπίσω καὶ διαλλάττεσθαι τοῖς πολίταις, αὑτοῦ δὲ καὶ συμπλεῖν καὶ συνδιαλλάττειν ἑτοίμως ἔχοντος, οἷον ἐκ μανίας τινὸς ἢ παρακοπῆς ὑπὸ τῶν λόγων ἔμφρων καθιστάμενος, καὶ κατανοῶν τὴν ἀλήθειαν καὶ τὴν σύνεσιν τοῦ ἀνδρός, ὥρμησε μὲν χρῆσθαι τοῖς ἐκείνου λογισμοῖς, ἀνατραπεὶς δὲ ὑπὸ τῶν φίλων αὖθις ἅμα τῷ πρῶτον ἐν Ῥώμῃ γενέσθαι καὶ θύραις ἑνὸς ἄρχοντος προσελθεῖν ἔστενε τὴν αὑτοῦ κακοβουλίαν, ὡς οὐκ ἀνδρὸς ἀγαθοῦ λόγων, θεοῦ δὲ μαντείας καταφρονήσας.
当国王开始谈及自己的处境,并聆听了极具远见与坦诚的建言后——加图严辞责备他,并向他说明他抛弃了何等巨大的幸福,却甘愿让自己去承受罗马权贵们何其多的奴役、劳碌、贿赂要求与贪得无厌,而即便把整个埃及全部折变为银钱,也难以填满那些权贵的胃口;加图劝他返航并与臣民和解,且表示自己愿意同舟前往协助调停——国王仿佛在这些话语下脱离了某种癫狂或错乱而恢复了理智,领悟了这位人物的真实与睿智,遂决意采纳他的计策。然而他再次受到朋友们的劝诱动摇,刚一抵达罗马并走近一位权贵的门前时,便痛惜起自己的愚蠢决策,仿佛自己藐视的不是一个正直之士的话语,而是神明的神谕。
- 35.3θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους
θαυμάζοντα 为宾格分词,修饰动词 διετάραξε 的未明确表达的宾语(埃及国王托勒密)。介词短语 πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς 表“与……相比/对照”,指加图(αὑτοῦ 代指加图)装束举止的平民化与简朴,与他品格上的傲岸与厚重(τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους)形成了鲜明对照。
- 35.4οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον
间接引语中的“宾格加不定式”结构,由前面的 διδάσκοντος(指出、说明)所引出。关系代词 οὓς(罗马权贵们)是不定式 ἐμπλήσειν 的宾语,而受被动分词 ἐξαργυρισθεῖσαν(被折变为银钱的)修饰的阴性名词 Αἴγυπτον(埃及)则充当不定式的逻辑主语(宾格主语),整体意为“即便将整个埃及变卖换钱,也难以满足他们”。
