- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:32.1-32.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒等人诉诸暴力强行通过了土地分配法,并强令全体元老院成员宣誓效忠。加图虽坚决抵抗,但最终在西塞罗等人的劝说下宣誓。
Ὡς δὲ ταῦτα λέγων1 τήν τε βουλὴν ὁμόψηφον εἶχε, καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο δυσχεραίνοντες τήν ἀτοπίαν τοῦ Καίσαρος· ἃ γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτα ἀπʼ ἐξουσίας ὑπατικῆς, αἰσχρῶς καὶ ταπεινῶς ὑποδυόμενος τὸν δῆμον, ἔπραττε·
当加图发表这些言论并使元老院与他意见一致,外面亦有不少人站在他一边,对恺撒的反常行径深感愤慨时——因为那些最大胆、最肆无忌惮的保民官为了讨好民众而推行的措施,恺撒竟凭借执政官的职权,以可耻而卑微的态度迎合民众去付诸实施——他们惊恐之下便诉诸暴力。
φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκεδάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους· τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων ἔφυγον ἐξ ἀγορᾶς δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος τοὺς πολίτας.
起初,毕布卢斯亲自走下广场时,有人将一筐粪便浇在他头上,随后他们扑向他的扈从并折断了法西斯权标。最后,飞石横飞,伤者甚众,其余所有人皆仓皇逃离广场,唯有加图最后一人缓步退去,不断回过身来呼吁公民们为之作证。
οὐ μόνον οὖν τήν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τήν σύγκλητον ὀμόσαι πᾶσαν ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον, καὶ βοηθήσειν ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα περιεῖδεν ὁ δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας.
因此,他们不仅通过了分配土地的法案,还追加表决要求全体元老院成员宣誓切实维护该项法律,并在有人反向而行时予以捍卫,同时对不宣誓者规定了严厉的惩罚。于是所有人都被迫宣誓,心中想起了昔日梅特卢斯的悲剧遭遇:当梅特卢斯不肯向类似的法律宣誓时,民众便坐视他被放逐出意大利。
διὸ καὶ τὸν Κάτωνα πολλὰ μὲν αἱ γυναῖκες οἴκοι δακρύουσαι καθικέτευον εἶξαι καὶ ὀμόσαι, πολλὰ δὲ οἱ φίλοι καὶ συνήθεις, ὁ δὲ μάλιστα συμπείσας καὶ ἀγαγὼν ἐπὶ τὸν ὅρκον ἦν Κικέρων ὁ ῥήτωρ, παραινῶν καὶ διδάσκων ὡς τάχα μὲν οὐδὲ δίκαιόν ἐστι τοῖς ἐγνωσμένοις κοινῇ μόνον οἴεσθαι δεῖν ἀπειθεῖν, ἐν δὲ ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων2 ἀφειδεῖν ἑαυτοῦ παντάπασιν ἀνόητον καὶ μανικόν·
因此,加图在家里受到女人们哭泣着再三恳求让步宣誓,朋友和亲近之人也百般劝说;但最能说服他并引导他走向宣誓的是演说家西塞罗。西塞罗劝告并开导他说,对于公众一致作出的决议,自以为仅凭一人就该拒绝服从,这或许本就不合正义;而在完全无法改变既成事实的境况下轻视自己的安危,更纯属愚蠢与狂妄。
ἔσχατον δὲ κακῶν, εἰ3 διʼ ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλʼ ἡ Ῥώμη δεῖται Κάτωνος,4 δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου διὰ δημαρχίας ἄντικρυς ἐπʼ αὐτὸν βαδίζοντος.
他还指出,最大的祸患莫过于抛弃自己为之倾注一切的城邦,将其拱手让给图谋不轨之人,仿佛乐得摆脱为城邦而战的斗争。因为即使加图不需要罗马,罗马却需要加图,他的所有朋友也都需要他;西塞罗称自己便是其中的首要之人,正面临克洛狄乌斯利用保民官职权公然向他逼近的阴谋。
ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατʼ ἀγοράν ἐκβιασθῆναι μόλις, καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.
据说加图在家中和广场上受到这些以及诸如此类的言辞与恳求的软化,最终勉强被迫屈服,在除其密友法沃尼乌斯一人之外的所有人之后最后一个前去宣誓。
- 32.1Ὡς δὲ ταῦτα λέγων
由 Ὡς 引导的时间/原因从句在插入了解释性的从属分句(ἃ γὰρ ... ἔπραττε)之后,由主句中的连词 οὖν(φοβηθέντες οὖν ἐχώρουν)重新引出并恢复陈述。
- 32.4ἐν δὲ ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων
介词 ἐν 支配中性与格形容词 ἀδυνάτῳ 与带有冠词的不定式 τῷ μεταστῆσαι 相结合,表伴随的处境:'在改变任何既成事实皆属不可能的情况下'。
- 32.5ἔσχατον δὲ κακῶν, εἰ
系动词 ἐστί 在表语短语 ἔσχατον κακῶν('最恶劣之祸患')之后省略,实际的主语由 εἰ 从句('若他放弃……')充当;这是在表达判断或情感的表语后由 εἰ 引出实质主语的常见结构。
- 32.5καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλʼ ἡ Ῥώμη δεῖται Κάτωνος
在前半句的条件从句(εἰ μὴ Κάτων τῆς Ῥώμης)中,承后半句省略了动词 δεῖται(即'即使加图不需要罗马'),属于通过对文并列而省略共有动词的结构。
