← 普鲁塔克

小加图传

§31.1-31.5

庞培与恺撒结盟及对土地法案的抵抗

加图阻挠了庞培和恺撒在元老院的企图,促成两人结盟并由当选执政官的恺撒强推土地法案,加图等人则联手毕布卢斯极力抵抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων στασιάσαντος πρὸς Πομπήϊον ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος1 τὰ ὑφʼ αὐτοῦ γενόμενα, καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος ὁ Πομπήϊος ἐν συγκλήτῳ καὶ δημαγωγῶν, ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν.

不过,这些事都还在后头。当卢库鲁斯就本都的处置问题与庞培发生争执时——因为两人都要求使自己所作的规定生效——加图援助明显受到不公对待的卢库鲁斯,庞培在元老院受挫,便转而讨好民众,召集退伍老兵要求分配土地。

§31.2

ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίου τε περιείχετο, τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. ὁ γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ στρατηγίας ἐπανήκων ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα δὲ ᾔτει θρίαμβον.

但当加图在此事上也起而反对并挫败该法案时,庞培便紧紧依附于当时最肆无忌惮的煽动家克洛狄乌斯,并将恺撒拉拢过来;在某种程度上,正是加图本人提供了这一契机。因为恺撒从西班牙的统帅任上归来,既想申报参选执政官,又同时要求举行凯旋式。

§31.3

ἐπεὶ δὲ κατὰ νόμον ἔδει τοὺς μὲν ἀρχὴν μετιόντας παρεῖναι, τοὺς δὲ μέλλοντας εἰσελαύνειν θρίαμβον ἔξω τείχους ὑπομένειν, ἠξίου παρὰ τῆς βουλῆς αὐτῷ δοθῆναι διʼ ἑτέρων αἰτεῖσθαι τήν ἀρχήν. βουλομένων δὲ πολλῶν ἀντέλεγεν ὁ Κάτων ὡς δὲ ᾔσθετο χαριζομένους τῷ Καίσαρι, λέγων ὅλην κατανάλωσε τήν ἡμέραν καὶ τήν βουλὴν οὕτως ἐξέκρουσε.

按照法律,谋求公职者必须亲自到场,而准备举行凯旋式的人则必须留在城墙之外,于是恺撒请求元老院准许他通过代理人参选。在许多人表示赞同的情况下,加图起而反对;当他察觉众人意图迁就恺撒时,便整天发表长篇演说耗尽了时间,以此挫败了元老院的表决。

§31.4

χαίρειν οὖν ἐάσας τὸν θρίαμβον2 ὁ Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας. ἀποδειχθεὶς δὲ ὕπατος τήν τε Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετʼ ἀλλήλων ἐπὶ τήν πόλιν ὁ μὲν εἰσέφερε νόμους τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας διδόντας, ὁ δὲ παρῆν τοῖς νόμοις βοηθῶν.

于是恺撒放弃了凯旋式,进城后立即联络庞培谋求执政官之职。当选执政官后,他将尤利娅许配给庞培,两人自此联手对抗国家:恺撒提出向贫民分发土地和殖民据点的法案,庞培则亲临现场为法案保驾护航。

§31.5

οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τήν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπʼ οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τήν νομὴν τῆς χώρας, ἀλλʼ ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.

卢库鲁斯和西塞罗等人与另一位执政官毕布卢斯结盟进行抵抗,其中尤以加图最为坚决。加图早已觉察出恺撒与庞培之间毫无正义基础的友谊与结盟,他公开宣称,自己所惧怕的并非土地的分配,而是那些讨好并诱惑民众的人日后将为此索取何种报酬。

语法注2 条
  1. 31.1ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος

    单数主语 ἑκάτερος 与复数动词 ἠξίουν 搭配。此构属分配性同位(partitive apposition),复数谓语指代前文提到的卢库鲁斯与庞培两者构成的总体,而 ἑκάτερος 则将诉求行为个别化地分配到两人各自身上。

  2. 31.4χαίρειν οὖν ἐάσας τὸν θρίαμβον

    短语 χαίρειν ἐάω 是常见成语构式(同 χαίρειν λέγω),由字面义“任其欢喜”转指“向……作别”、“放弃”或“置之不理”。此处表示恺撒为了入城参选执政官而主动舍弃了举行凯旋式的权利。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:31.1-31.5