← 普鲁塔克

小加图传

§30.1-30.6

庞培提议联姻与加图的断然拒绝

凯旋归来的庞培试图推迟执政官选举,遭到加图阻止,遂向加图提出双重联姻。加图断然拒绝,随后庞培行贿败露使女眷们承认加图明智,但作者评述这一决裂最终促成了庞培与恺撒的结盟,危及了共和国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Πομπήϊος δὲ μέγας ἀπὸ τῆς στρατείας ἐπανιών, καὶ τῇ λαμπρότητι καὶ προθυμίᾳ τῆς ὑποδοχῆς πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν,1 προὔπεμψεν ἀξιῶν τὰς ὑπατικὰς ἀρχαιρεσίας ἀναβαλέσθαι τὴν σύγκλητον, ὡς ἂν αὐτὸς παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

庞培远征归来,声势显赫,深信凭着市民们热烈而隆重的欢迎,只要自己有所请求便决不会遭到市民的拒绝,于是事先派人请求元老院推迟执政官选举,以便他本人能亲自到场为皮索助选。

§30.2

τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον ὁ Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖπε καὶ μετέστησε τὴν βουλήν, ὥστε ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε· καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον, ἑταῖρον αὐτοῦ· καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ.

在多数人倾向于顺从时,加图并非认为推迟选举本身是头等大事,而是为了挫败庞培的试探并断绝其企图,起而反对并促使元老院改变主意,通过了否决决议。这令庞培深感不安;他认为若加图不成为自己的朋友,日后必将遭遇不小的挫折,便派人请来加图的朋友穆纳提乌斯。加图有两个正当婚龄的外甥女,庞培便求娶年长者为妻,并为儿子求娶年轻的一位。

§30.3

τινὲς δέ φασιν οὐ τῶν ἀδελφιδῶν, ἀλλὰ τῶν θυγατέρων τὴν μνηστείαν γενέσθαι, τοῦ δὲ Μουνατίου ταῦτα πρὸς τὸν Κάτωνα καὶ τὴν γυναῖκα καὶ τὰς ἀδελφὰς φράσαντος, αἱ μὲν ὑπερηγάπησαν τὴν οἰκειότητα πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὁ δὲ Κάτων οὔτʼ ἐπισχὼν οὔτε βουλευσάμενος, ἀλλὰ πληγεὶς εὐθὺς εἶπε· βάδιζε, Μουνάτιε, βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ, καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης πιστοτέραν οἰκειότητος, ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος.2 ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δὲ οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ ὑπερήφανον τὴν ἀπόκρισιν.

不过也有人说,求婚的对象不是外甥女,而是加图的女儿。当穆纳提乌斯向加图及其妻子、姐妹们转达这些话时,女人们鉴于庞培的威望与显赫地位,对结成这门姻亲喜出望外;加图却既不停顿也未作商量,而是如受重击般当即说道: “去吧,穆纳提乌斯,去告诉庞培,加图绝不是能从妇人闺房攻陷的人。不过加图乐于接受他的善意,只要他行事公正,便会向他提供比任何姻亲都更为可靠的友谊,但决不危害祖国,为了庞培的荣耀而交出人质。” 女人们对此深感沮丧,加图的朋友们也指责这番答复既粗鲁又傲慢。

§30.5

εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν ὁ Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔπεμπε, καὶ περιβόητος ὁ δεκασμὸς ἦν, ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα διʼ οἰκειότητος, ὡμολόγουν ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον.

然而此后,庞培为了替一位朋友谋取执政官之职而向各部族派送金钱,贿选之事人尽皆知,金钱甚至就在庞培的花园里清点。于是加图对女人们说,如果通过姻亲与庞培结合,就不得不分担并染指此类勾当,她们这才承认加图回绝婚事是更为明智的考虑。

§30.6

εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν3 τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλʼ ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν, ὧν οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον.4

然而,若要根据后来的事态来评判,加图不接受这门姻亲,反而任由庞培转向恺撒并缔结婚约,将庞培与恺撒的权势合为一体,险些颠覆罗马的事业并彻底毁掉了共和国,这似乎是大错特错的。如果不是加图畏惧庞培较小的过失,却对最大的过失听之任之——即让庞培本人化作增援他人的力量——或许这一切都不会发生。

语法注4 条
  1. 30.1πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν

    分词 δεηθείς 作条件状语(相当于 εἰ 引导的从句,“只要有所请求”),ἄν 则与不定式 ἀποτυχεῖν 搭配,代表间接引语中带有 ἄν 的愿望语气,由 πεποιθώς 引出,意为“坚信只要提出请求就绝不会在市民面前失败”。

  2. 30.4ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος

    ὅμηρα 是动词 προήσεται 的直接宾语(“交出人质”),兼具述语性同格的含义。与格 τῇ Πομπηΐου δόξῃ 表示让步或奉献的对象(“向庞培的荣耀/野心”),而 κατὰ τῆς πατρίδος(“危害/反对祖国”)则修饰这一背叛行为的性质。

  3. 30.6τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν

    ἔοικεν 采用以加图为主语的人称句构(“加图似乎……”)。属格 τοῦ παντός 源自与 ἁμαρτάνω 搭配的脱离/偏离属格,为固定习语,表示程度,“完全失算、大错特错”。

  4. 30.6τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον

    动词 περιεῖδεν(“忽视”、“放任”)支配补充性分词结构 αὐτὸν ... προσγενόμενον(“他本人作为力量归附于另一人”)。宾格 τὸ μέγιστον 与前文的 τὰ μικρὰ ... ἁμαρτήματα 形成对比,充当宾语(“最大的过失”),后接的分词短语则是对其具体内容的同格说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:30.1-30.6