← 普鲁塔克

小加图传

§29.1-29.4

梅特鲁斯出逃与加图支持卢库鲁斯

梅特鲁斯控告加图后逃奔庞培,加图阻止元老院罢免梅特鲁斯从而名声大噪;随后加图维护遭到门米乌斯指控的卢库鲁斯,助其成功举行凯旋式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ὁ δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῆ τὸν Κάτωνα καὶ νομίζοντας ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλα τε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκείνου καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφʼ ᾗ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων.

梅特鲁斯本人依旧毫不退缩且十分张狂,但看到周围的人已被加图彻底吓破了胆,认为加图不可战胜且难以压制,便突然冲进广场,召集民众,历数加图的种种不是以煽动仇恨;他高喊着自己是在逃离那个人的暴政以及针对庞培的阴谋,声称城邦侮辱了如此伟大的人物必将很快悔恨,随即立即启程前往亚洲,打算向庞培控告这些事情。

§29.2

ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας, καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλʼ ἐναντιωθεὶς καὶ παραιτησάμενος. οἵ τε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος1 τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μηδὲ ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖς τε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον.

因此,加图卸去了保民官职位上不小的重担,并在某种程度上摧毁了体现在梅特鲁斯身上的庞培权势,从而赢得了巨大的声望。而当元老院急于剥夺梅特鲁斯的公民权并投票罢免他时,加图没有准许,反而予以反对并代为求情,这使他获得了更为广泛的赞誉。因为广大平民认为,在彻底击败仇敌之后不加践踏、也不施以羞辱,是仁厚与节制的表现;而明智之士也认为,不去激怒庞培既是正确的,也是有利的。

§29.3

ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος,2 εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας ἐπάγοντος, εἰς τὴν Πομπηΐου χάριν μᾶλλον ἢ κατὰ ἔχθος ἴδιον. ὁ δὲ Κάτων, οἰκειότητός τε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ, καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ κατηγορίας.

在此之后,卢库鲁斯从远征中归来——人们认为那场远征的结局与荣耀已被庞培夺去——由于盖乌斯·门米乌斯在民众面前煽动反对他并提起诉讼(这多半是为了讨好庞培,而非出于私怨),卢库鲁斯面临无法举行凯旋式的危险。加图一方面因卢库鲁斯娶了他〔加图〕的姐姐塞维莉娅而与其有姻亲关系,另一方面也认为此事极为不公,便挺身反抗门米乌斯,承受了诸多诽谤与指控。

§29.4

τέλος δὲ, τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος,3 τοσοῦτον ἐκράτησεν ὥστε τὸν Μέμμιον αὐτὸν ἀναγκάσαι τῶν δικῶν ἀποστῆναι καὶ φυγεῖν τὸν ἀγῶνα. Λεύκολλος μὲν οὖν θριαμβεύσας ἔτι μᾶλλον ἐνεφύετο τῇ φιλίᾳ τοῦ Κάτωνος, ἔχων ἔρυμα καὶ πρόβλημα μέγα πρὸς τὴν Πομπηΐου δύναμιν.

最后,尽管有人以加图的职位如同暴政为由试图将他逐出职位,加图依然大获全胜,甚至迫使门米乌斯本人放弃诉讼并逃离法庭争斗。于是卢库鲁斯举行了凯旋式,并更加依附于加图的友谊,在对抗庞培权势时拥有了一座巨大的防壁和坚固的盾牌。

语法注3 条
  1. 29.2φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος

    ποιέομαι 搭配属格(φιλανθρωπίας, μετριότητος)表示“视作……的体现”或“归因于……”,为性质/特征属格;其实质直接宾语是由定冠词引导的不定式短语 τὸ μὴ ἐπεμβῆναι... περιγενόμενον。

  2. 29.3ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος

    ἔδοξε 采用人称构文,语法主语为后置的 Πομπήϊος,不定式为完成时中动态/被动态 ἀφῃρῆσθαι。动词 ἀφαιρέω 可带分离属格或双宾格,此处关系代词 ἧς(先行词为 στρατείας)作表分离的属格,而 τὸ τέλος καὶ τὴν δόξαν 保留为直接宾格,意为“庞培被认为夺去了该远征的结局与荣耀”。

  3. 29.4τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος

    现在分词 ἐκβαλλόμενος 修饰主句主语加图,带有企图/未完结(conative)色彩,表示“尽管因其官职如同僭政而面临被驱逐出职位的危险”。τῆς ἀρχῆς 为分离属格,ὡς τυραννίδος 表示被指控的理由或借口。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:29.1-29.4