← 普鲁塔克

小加图传

§28.1-28.5

加图阻拦法案宣读与民众的反抗

加图和塞姆努斯以肉身阻拦梅特鲁斯宣读法案;在武装士兵驱散人群、穆雷纳救助加图之后,重整旗鼓的民众与元老院团结一致起而抵制梅特鲁斯及其法案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἔνθα δὴ τοῦ ὑπηρέτου τὸν νόμον προχειρισαμένου, τοῦ δὲ Κάτωνος οὐκ ἐῶντος ἀναγινώσκειν, τοῦ δὲ Μετέλλου παραλαβόντος αὐτὸν καὶ ἀναγινώσκοντος, ὁ μὲν Κάτων ἐξήρπασε τὸ βιβλίον, ὁ δὲ Θέρμος ἀπὸ στόματος τοῦ Μετέλλου τὸν νόμον ἐπισταμένου καὶ λέγοντος ἐπέσχε τῇ χειρὶ τὸ στόμα καὶ τὴν φωνὴν ἀπέκλεισεν, ἄχρι οὗ, ἄμαχον ὁρῶν ἀγῶνα τοὺς ἄνδρας ὁ Μέτελλος ἀγωνιζομένους, καὶ τὸν δῆμον ἡττώμενον πρὸς τὸ συμφέρον καὶ τρεπόμενον, ἐκέλευσεν ἄποθεν ὁπλίτας μετὰ φόβου καὶ κραυγῆς ἐπιτρέχειν. γενομένου δὲ τούτου καὶ πάντων διασκεδασθέντων ὑποστάντα μόνον τὸν Κάτωνα καὶ βαλλόμενον λίθοις καὶ ξύλοις ἄνωθεν οὐ περιεῖδε Μουρήνας ὁ τὴν δίκην φυγὼν ὑπʼ αὐτοῦ καὶ κατηγορηθείς,1 ἀλλὰ τὴν τήβεννον προϊσχόμενος καὶ βοῶν ἀνασχεῖν τοῖς βάλλουσι, καὶ τέλος αὐτὸν τὸν Κάτωνα πείθων καὶ περιπτύσσων, εἰς τὸν νεὼν τῶν Διοσκούρων ἀπήγαγεν. ἐπεὶ δὲ κατεῖδεν ὁ Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους, καὶ προσελθὼν κοσμίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον.

这时,当侍从拿出法案,加图不准他宣读,而梅特鲁斯拿过法案并宣读起来时,加图一把夺过了书卷;梅特鲁斯因将法案烂熟于心,便凭口背诵起来,塞尔姆斯则伸手捂住他的嘴,堵住了他的声音,直到梅特鲁斯看到这两人进行着不可战胜的抗争,而民众也屈服于正当的利益并发生动摇,便命令重装兵从远处伴着恐吓与呼喊冲了过来。当此事发生、所有人四散奔逃时,唯有加图挺身坚守,被从上方扔下的石块和木块砸击,曾被他控告并受审的穆雷纳并未袖手旁观,而是将托加长袍挡在身前,向投掷者呼喊住手,最后劝说并抱住加图本人,把他带进了狄俄斯库里神庙。梅特鲁斯见讲坛周围空无一人,反对者也逃离了广场,坚信自己已稳操胜券,便命令武装人员再次撤离,自己整肃仪容走上前去,试图办理有关法案的事宜。

§28.4

οἱ δὲ ἐναντίοι ταχέως ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς τροπῆς ἐπῄεσαν αὖθις ἐμβοήσαντες μέγα καὶ θαρραλέον, ὥστε τοῖς περὶ τὸν Μέτελλον ἐμπεσεῖν ταραχὴν καὶ δέος οἰομένοις ὅπλων ποθὲν εὐπορήσαντας αὐτοὺς ἐπιφέρεσθαι, καὶ μηθένα μένειν, ἀλλὰ φεύγειν ἅπαντας ἀπὸ τοῦ βήματος,2 οὕτω δὴ σκεδασθέντων ἐκείνων, τοῦ δὲ Κάτωνος προσελθόντος καὶ τὰ μὲν ἐπαινέσαντος, τὰ δὲ ἐπιρρώσαντος τὸν δῆμον, οἵ τε πολλοὶ παρετάξαντο παντὶ τρόπῳ καταλῦσαι τὸν Μέτελλον, ἥ τε σύγκλητος ἀθροισθεῖσα παρήγγειλεν ἀρχῆθεν βοηθεῖν τῷ Κάτωνι καὶ διαμάχεσθαι πρὸς τὸν νόμον, ὡς στάσιν ἐπεισάγοντα τῇ Ῥώμῃ καὶ πόλεμον ἐμφύλιον.

然而反对派迅速从溃败中重整旗鼓,再次大声而勇敢地呼喊着冲了上来,以致梅特鲁斯的随从陷入混乱与恐惧之中,以为对方不知从何处弄到了武器发起冲锋,竟无一人坚守,而是全部从讲坛上逃散。就在那些人如此被驱散之后,加图走上前去,对民众既有称赞又有鼓励,广大民众于是排开阵势决心千方百计扳倒梅特鲁斯,元老院亦集结起来,下令重新协助加图,同该法案抗争到底,因其将为罗马引入党争与内战。

语法注2 条
  1. 28.2ὁ τὴν δίκην φυγὼν ὑπʼ αὐτοῦ καὶ κατηγορηθείς

    法律惯用语 δίκην φεύγειν 字面意为“逃避诉讼”,实指“作为被告受审”。介词短语 ὑπʼ αὐτοῦ 同时修饰 φυγών 与 κατηγορηθείς,表示原告/指控者(加图)。此处指穆雷纳此前曾被加图指控贿选受审并获判无罪的旧事,在句法上充当被动语态表达。

  2. 28.4ὥστε τοῖς περὶ τὸν Μέτελλον ἐμπεσεῖν ταραχὴν καὶ δέος οἰομένοις ὅπλων ποθὲν εὐπορήσαντας αὐτοὺς ἐπιφέρεσθαι, καὶ μηθένα μένειν, ἀλλὰ φεύγειν ἅπαντας ἀπὸ τοῦ βήματος

    在由 ὥστε 引导的结果状语从句中,包含主语与不定式结构 ταραχὴν καὶ δέος ἐμπεσεῖν,伴随与格分词短语 τοῖς περὶ τὸν Μέτελλον ... οἰομένοις(梅特鲁斯周围的人因以为……)。该分词下又嵌套了“宾格加不定式”结构(αὐτοὺς ἐπιφέρεσθαι),其后不定式 μηθένα μένειν 与 φεύγειν ἅπαντας 则与 ἐμπεσεῖν 并列,同受 ὥστε 管辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:28.1-28.5