- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅特鲁斯与恺撒借助武装力量和民众支持强行推动表决,加图毫无惧色地登上神庙讲坛,强行坐在二人中间打断密谈,从而振奋了正义公民的斗志。
ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν ὁ δῆμος ἔμελλε, Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρατηγοῦντος τότε, Κάτωνι δὲ οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον ἢ συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετʼ ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας.1
当民众准备就该法案进行表决时,梅特鲁斯一方有兵械、雇佣兵、角斗士和奴隶在广场上列队侍立,民众中亦有相当一部分人怀着改变现状的指望渴盼庞培,加之当时担任裁判官的恺撒也给予了强大的支持。而在加图一方,公民中的首要人物只是与他一同愤慨、同感委屈,却并未一同奋战;加图家中笼罩着极大的沮丧与恐惧,以致一些朋友因替他担忧而陷入进退两难的思虑中,整夜绝食不眠,妻子和姊妹们亦哀号哭泣。
αὐτὸς δʼ ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον, ὥσπερ εἰώθει, καὶ νυκτερεύσας, ὑφʼ ἑνὸς τῶν συναρχόντων, Μινυκίου Θέρμου, βαθέως καθεύδων ἐπηγέρθη· καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δὲ ἀπαντώντων καὶ φυλάττεσθαι παρακελευομένων.
但他本人却毫无惧色、满怀信心地会见所有人并予以劝慰;他像往常一样进晚餐、过夜,在沉睡中被他的同僚之一米努基乌斯·泰尔姆斯唤醒。他们走向广场,为他们送行的人寥寥无几,但迎面遇见的许多人则劝告他们务必小心。
ὡς οὖν ἐπιστὰς ὁ Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον, ἐπιστρέψας πρὸς τοὺς φίλους, ὢ θρασέος, εἶπεν, ἀνθρώπου καὶ δειλοῦ,2 ὃς καθʼ ἑνὸς ἀνόπλου καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν. ἅμα δʼ εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου.
因此,当加图站定,看清狄俄斯库里神庙被武装人员包围,台阶由角斗士把守,而梅特鲁斯本人与恺撒高坐其上时,他转向朋友们说道: “啊,这是一个多么狂妄 又懦弱的家伙, 竟然针对一个手无寸铁、毫无防备的人招募了如此众多的人马!” 说完,他立刻同泰尔姆斯一同向前走去。
καὶ διέστησαν αὐτοῖς οἱ τὰς ἀναβάσεις κατέχοντες, ἄλλον δὲ οὐδένα παρῆκαν, ἢ μόλις ἐπισπάσας τῆς χειρὸς ὁ Κάτων τὸν Μουνάτιον ἀνήγαγε·3 καὶ βαδίζων εὐθὺς ὡς εἶχε καθίζει μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος,4 ὥστε διακόψαι τὴν κοινολογίαν.
把守台阶的人为他们让开了道路,却不准其他人通过,唯有加图拉住穆纳提乌斯的手勉强将他拉了上来;他径直走上前去,硬插在梅特鲁斯和恺撒中间坐下,从而打断了两人的私谈。
κἀκεῖνοι μὲν διηπόρησαν, οἱ δὲ χαρίεντες θεασάμενοι καὶ θαυμάσαντες τὸ πρόσωπον καὶ τὸ φρόνημα καὶ τὸ θάρσος τοῦ Κάτωνος ἐγγυτέρω προσῆλθον, καὶ βοῇ διεκελεύσαντο τῷ μὲν Κάτωνι θαρρεῖν, μένειν δὲ ἀλλήλοις καὶ συστρέφεσθαι καὶ μὴ προδιδόναι τὴν ἐλευθερίαν καὶ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον.
那两人一时不知所措;而有识之士见状,惊叹于加图的神色、气魄与胆略,纷纷走近,大声疾呼鼓励加图勇敢,并互相告诫要坚守阵地、紧密团结,决不可背弃自由以及为自由而战的人。
- 27.2ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετʼ ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας
在由 ὥστε 引导的结果从句中,不定词 διαγρυπνῆσαι 的逻辑主语为宾格 τῶν φίλων ἐνίους。紧随其后的宾格短语 καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας 既可看作主句动词 εἶχεν 的另一个直接宾语(分词作宾语补足/伴随说明),亦可看作顺接在 ὥστε 的结果描写之中。无论何种分析,都在描绘加图家中陷入极度悲伤与恐惧的情景。
- 27.4ὢ θρασέος... ἀνθρώπου καὶ δειλοῦ
与感叹词 ὤ 连用的感叹属格(genitive of exclamation),用来斥责梅特鲁斯身上既狂妄又怯懦的矛盾性格。
- 27.5ἄλλον δὲ οὐδένα παρῆκαν, ἢ μόλις ἐπισπάσας τῆς χειρὸς ὁ Κάτων τὸν Μουνάτιον ἀνήγαγε
在否定词 ἄλλον οὐδένα 之后,连词 ἤ 起到了相当于 ἀλλ' ἤ 或 εἰ μή(“除了……之外”)的除外连接作用。此外,τῆς χειρός 是由表抓取、拉拽动词(ἐπισπάσας)所要求的接触属格(partitive/genitive of contact),表示“抓住手”。
- 27.5μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος
形容词 μέσον 作状语或谓语性使用,支配属格 τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος,意为“把自己硬插在梅特鲁斯与恺撒中间”。
