- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图为抗衡恺撒而推行粮食分配以安抚贫民,但保民官梅特鲁斯随后提出召回庞培的法案,致使加图在元老院中与其发生激烈对抗。
τῶν δὲ περὶ τὸν Λέντλον ἀναιρεθέντων, καὶ τοῦ Καίσαρος περὶ ὧν εἰσηγγέλθη καὶ διεβλήθη πρὸς τὴν σύγκλητον1 εἰς τὸν δῆμον καταφυγόντος καὶ τὰ πολλὰ νοσοῦντα καὶ διεφθαρμένα τῆς πολιτείας μέρη ταράττοντος καὶ συνάγοντος πρὸς αὑτόν, ὁ Κάτων φοβηθεὶς ἔπεισε τὴν βουλὴν ἀναλαβεῖν τὸν ἄπορον καὶ ἀνέμητον ὄχλον εἰς τὸ σιτηρέσιον, ἀναλώματος μὲν ὄντος ἐνιαυσίου χιλίων καὶ διακοσίων καὶ πεντήκοντα ταλάντων, περιφανῶς δὲ τῇ φιλανθρωπίᾳ ταύτῃ καὶ χάριτι τῆς ἀπειλῆς ἐκείνης διαλυθείσης.
当连图鲁斯一伙被处决,而恺撒因在元老院受到告发与非难而逃向民众,煽动城邦中许多患病腐败的部分并将其集结于自己周围时,加图感到恐慌,遂说服元老院将贫困无依的群众纳入粮食分配,每年的开支达一千二百五十塔兰同,但藉由这一仁政与恩惠,显而易见地消解了那一威胁。
ἐντεῦθεν εἰς τὴν δημαρχίαν ἐμπεσὼν ὁ Μέτελλος ἐκκλησίας τε θορυβώδεις συνῆγε, καὶ νόμον ἔγραψε Πομπήϊον Μᾶγνον ἰέναι κατὰ τάχος μετὰ τῶν δυνάμεων εἰς Ἰταλίαν καὶ παραλαβόντα σῴζειν τὴν πόλιν, ὡς ὑπὸ Κατιλίνα κινδυνεύουσαν. ἦν δὲ τοῦτο λόγος εὐπρεπής, ἔργον δὲ τοῦ νόμου καί τέλος ἐγχειρίσαι τὰ πράγματα Πομπηΐῳ καὶ παραδοῦναι τὴν ἡγεμονίαν.
此后,进入保民官职位的梅特鲁斯召集起骚乱的公民大会,并起草法案,要求庞培·马格努斯率军速往意大利,接管并拯救城邦,理由是城邦正受到喀提林带来的危急局势。然而这只是冠冕堂皇的借口,该法案的实际目的与终局在于将国政托付给庞培并交出统率权。
γενομένης δὲ βουλῆς καὶ τοῦ Κάτωνος οὐχ, ὥσπερ εἰώθει, τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλʼ ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας ὁ Μέτελλος ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος2 εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος.3
当元老院召开时,加图并未像以往那样猛烈抨击梅特鲁斯,而是提出了许多温和适度的劝诫,最后甚至转而恳求,并赞颂梅特鲁斯家族向来站在贵族派一边。然而梅特鲁斯误以为加图在退让与畏缩,因而更加狂妄与轻慢,陷入了傲慢的威胁与狂妄的言论之中,声称自己将违背元老院的意愿以武力实行一切。
οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθʼ ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς4 οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ ἡ μὲν Μετέλλου πολιτεία μανία διʼ ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.
于是,加图彻底改变了自己的神态、声音与言辞,在其他一切话语之外断然宣告,只要自己还活着,庞培就绝不可能携兵器进入城邦;这让元老院觉得,两人都未保持镇定,也未运用稳妥的理智,但梅特鲁斯的政治路线是由于极度邪恶而走向一切毁灭与混乱的疯狂,而加图的表现则是为美好与正义之事物而战斗的美德狂热。
- 26.1περὶ ὧν εἰσηγγέλθη καὶ διεβλήθη πρὸς τὴν σύγκλητον
关系代名词 ὧν 吸引了被省略的指示代词先行词(即 περὶ τούτων ἃ [或 περὶ ὧν] εἰσηγγέλθη...),被动语态动词 εἰσηγγέλθη 和 διεβλήθη 以恺撒为主语,意为“关于他在元老院受到告发与中伤的那些事”。
- 26.3ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος
由 ὡς 引导的属格独立结构,表示主句主语(梅特鲁斯)主观上的认知或判断(“以为加图退让与畏缩”)。
- 26.3ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος
连词 ὡς 搭配未来分词 διαπραξόμενος 表示主语(梅特鲁斯)公然宣示的意图。属格 τῆς βουλῆς 依附于 βίᾳ,表“违背元老院意愿而凭借武力”。
- 26.4ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς
动词 παρέστησεν 搭配与格 τῇ βουλῇ 表示惯用含义“向元老院呈现某种想法/使之产生某种印象”。宾格指示代名词 ἐκεῖνο 作为先行词,引出后方说明内容的同格 ὡς 从句。
