← 普鲁塔克

小加图传

§25.1-25.5

续娶玛尔琪亚与将其让予霍尔滕西乌斯

加图娶了腓力普斯的女儿玛尔琪亚。后来,名士霍尔滕西乌斯渴望与加图结为姻亲,在求娶其女波尔琪亚遭拒后,转而请求借娶加图之妻玛尔琪亚,并在加图及其岳父腓力普斯的同意下达成了婚约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

εἶτα ἔγημε θυγατέρα Φιλίππου, Μαρκίαν, ἐπιεικῆ δοκοῦσαν εἶναι γυναῖκα, περὶ ἧς ὁ πλεῖστος λόγος· καὶ καθάπερ ἐν δράματι τῷ βίῳ τοῦτο τὸ μέρος προβληματῶδες γέγονε καὶ ἄπορον. ἐπράχθη δὲ τοῦτον τὸν τρόπον, ὡς ἱστορεῖ Θρασέας, εἰς Μουνάτιον, ἄνδρα Κάτωνος ἑταῖρον καὶ συμβιωτήν, ἀναφέρων τήν πίστιν.

后来,加图娶了腓力普斯的女儿玛尔琪亚,她被认为是个端庄贤淑的女子,关于她的议论也最多;在加图一生的戏剧中,这一幕变得颇具争议且难以索解。此事发生的情形如下,正如色拉塞亚所记述的那样,他是以加图的同伴兼密友穆纳提乌斯为凭信之源的。

§25.2

ἐν πολλοῖς ἐρασταῖς καὶ θαυμασταῖς τοῦ Κάτωνος ἦσαν ἑτέρων ἕτεροι μᾶλλον ἔκδηλοι καὶ διαφανεῖς, ὧν καὶ Κόϊντος Ὁρτήσιος, ἀνὴρ ἀξιώματός τε λαμπροῦ καὶ τὸν τρόπον ἐπιεικής, ἐπιθυμῶν οὖν τῷ Κάτωνι μὴ συνήθης εἶναι μηδὲ ἑταῖρος μόνον, ἀλλʼ ἁμῶς γέ πως εἰς οἰκειότητα καταμίξαι καὶ κοινωνίαν πάντα τὸν οἶκον καὶ τό γένος, ἐπεχείρησε συμπείθειν ὅπως τήν θυγατέρα Πορκίαν, Βύβλῳ συνοικοῦσαν καὶ πεποιημένην ἐκείνῳ δύο παῖδας, αὐτῷ πάλιν ὥσπερ εὐγενῆ χώραν ἐντεκνώσασθαι παράσχῃ.

在加图的众多爱慕者和崇拜者中,有些人比其他人表现得更为显豁和突出,其中就有昆图斯·霍尔滕西乌斯。此人不仅享有显赫的名望,而且品行端方;但他渴望与加图之间不只是通常的交情或朋友关系,而是无论如何也要将自己的整个家族和血脉与加图融合为姻亲与同盟,于是便试图说服加图,希望加图将女儿波尔琪亚——她已嫁给比布卢斯并为他生了两个孩子——如同肥沃的土地一般再交给自己,以便繁衍子嗣。

§25.3

δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον,1 φύσει δὲ καλὸν καὶ πολιτικόν, ἐν ὥρᾳ καὶ ἀκμῇ γυναῖκα μήτε ἀργεῖν τὸ γόνιμον ἀποσβέσασαν, μήτε πλείονα τῶν ἱκανῶν ἐπιτίκτουσαν, ἐνοχλεῖν καὶ καταπτωχεύειν οὐδὲν δεόμενον,2 κοινουμένους δὲ τὰς διαδοχὰς ἀξίοις ἀνδράσι τήν τε ἀρετὴν ἄφθονον ποιεῖν καὶ πολύχυτον τοῖς γένεσι, καὶ τήν πόλιν αὑτὴν πρὸς αὑτὴν ἀνακεραννύναι ταῖς οἰκειότησιν. εἰ δὲ πάντως περιέχοιτο τῆς γυναικὸς ὁ Βύβλος, ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷ τε Βύβλῳ καὶ Κάτωνι3 κοινωνίᾳ παίδων γενόμενος.

因为依他所论,这种做法在世人的见解中或许乖谬,但在自然之理上却是美好且有利于城邦政治的:一个正值盛年的女子既不该熄灭生育能力而虚度岁月,也不该超量生育以致困扰并拖累一个全无此需的丈夫;相反,通过与贤德之人共享继承后代的机缘,既能使美德在各族系中充盈流布,又能通过姻亲网络将城邦自身紧密地交融在一起。而如果比布卢斯执意不肯割舍其妻,在她生完孩子后便立即将她归还,由此通过共享子女而与比布卢斯本人以及加图都结成更为亲密的亲族关系。

§25.4

ἀποκριναμένου δὲ τοῦ Κάτωνος ὡς Ὁρτήσιον μὲν ἀγαπᾷ καὶ δοκιμάζει κοινωνὸν οἰκειότητος, ἄτοπον δὲ ἡγεῖται ποιεῖσθαι λόγον περὶ γάμου θυγατρὸς ἑτέρῳ δεδομένης, μεταβαλὼν ἐκεῖνος οὐκ ὤκνησεν ἀποκαλυψάμενος αἰτεῖν τήν αὐτοῦ γυναῖκα Κάτωνος, νέαν μὲν οὖσαν ἔτι πρὸς τὸ τίκτειν, ἔχοντος δὲ τοῦ Κάτωνος ἀποχρῶσαν διαδοχήν.

加图回答说,他固然敬爱霍尔滕西乌斯,赞同与他结为姻亲,但认为讨论一个已经许配给他人之女儿的婚事未免乖谬。于是霍尔滕西乌斯改变方策,毫不迟疑地公开请求求娶加图自己的妻子,因为她尚属宜于生育的年轻之时,而加图也已有了足够的子嗣。

§25.5

καὶ οὐκ ἔστιν εἰπεῖν ὡς ταῦτα ἔπραττεν εἰδὼς οὐ προσέχοντα τῇ Μαρκίᾳ τὸν Κάτωνα· κύουσαν γὰρ αὑτὴν τότε τυγχάνειν λέγουσιν. ὁ δὲ οὖν Κάτων ὁρῶν τήν τοῦ Ὁρτησίου σπουδὴν καὶ προθυμίαν οὐκ ἀντεῖπεν, ἀλλʼ ἔφη δεῖν καὶ Φιλίππῳ ταῦτα συνδόξαι τῷ πατρὶ τῆς Μαρκίας. ὡς οὖν ὁ Φίλιππος ἐντευχθεὶς ἔγνω τήν συγχώρησιν, οὐκ ἄλλως ἐνεγγύησε τήν Μαρκίαν ἢ παρόντος τοῦ Κάτωνος αὐτοῦ καὶ συνεγγυῶντος. ταῦτα μὲν οὖν, εἰ καὶ χρόνοις ὕστερον ἐπράχθη, μνησθέντι μοι τὸ τῶν γυναικῶν προλαβεῖν ἔδοξε.4

绝不能说他这样做是因为知道加图不宠爱玛尔琪亚;因为据说当时她恰好身怀有孕。无论如何,加图见霍尔滕西乌斯如此殷切热诚,并未表示反对,只说玛尔琪亚的父亲腓力普斯也必须同意此事。及至腓力普斯被拜访并得知这一允诺后,唯有加图本人在场并一同许婚,他才将玛尔琪亚许配出去。这些事情虽然发生在较晚的时期,但既然提及了家中的妇人,我觉得不妨先行记叙下来。

语法注4 条
  1. 25.3δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον

    从 δόξῃ μὲν γάρ... 开始的长句承接前文的 συμπείθειν(试图说服),进入间接引语;主句省略了言说动词,由一系列不定式(εἶναι, ἀργεῖν, ἐνοχλεῖν, ποιεῖν, ἀνακεραννύναι, ἀποδώσειν)串联起霍尔滕西乌斯的整套说辞。

  2. 25.3ἐνοχλεῖν καὶ καταπτωχεύειν οὐδὲν δεόμενον

    οὐδὲν δεόμενον 是作宾格的分词,意为“全然不需要(更多孩子)的人(即丈夫)”,充当不定式 ἐνοχλεῖν(骚扰/烦扰)与 καταπτωχεύειν(使贫困)的逻辑宾语,而不定式的主语则是前文的 γυναῖκα。

  3. 25.3ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷ τε Βύβλῳ καὶ Κάτωνι

    由于不定式 ἀποδώσειν 的逻辑主语与全句主语(霍尔滕西乌斯本人)一致,分词 οἰκειότερος ... γενόμενος 采用主格(主格带不定式结构)而非宾格。后面的 κοινωνίᾳ παίδων 为表示手段的与格,意为“通过共享子女”。

  4. 25.5μνησθέντι μοι τὸ τῶν γυναικῶν προλαβεῖν ἔδοξε

    非人称动词 ἔδοξε(认为适宜/决意)接带宾语 τὸ τῶν γυναικῶν(妇人们的事)的与格分词结构 μνησθέντι μοι(对已经提及妇人之事的我而言),不定式 προλαβεῖν(提前记叙)则以句首的 ταῦτα 作宾语,交代了普鲁塔克在此打破编年次序而提前叙述该事件的行文逻辑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:25.1-25.5