← 普鲁塔克

小加图传

§24.1-24.3

塞尔维利娅的情书与加图家族女性的丑闻

加图在元老院辩论时要求公开恺撒收到的一封密信,结果发现竟是自己姊妹塞尔维利娅写给恺撒的情书;继而叙及加图家族中的女性屡屡闹出的放荡丑闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

εἰ δὲ δεῖ μηδὲ τὰ μικρὰ τῶν ἠθῶν σημεῖα παραλιπεῖν ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους,1 λέγεται, τότε πολλὴν ἅμιλλαν καὶ μέγαν ἀγῶνα πρὸς τὸν Κάτωνα τοῦ Καίσαρος ἔχοντος καὶ τῆς βουλῆς εἰς ἐκείνους ἀνηρτημένης, δελτάριόν τι μικρὸν ἔξωθεν εἰσκομισθῆναι τῷ Καίσαρι. τοῦ δὲ Κάτωνος εἰς ὑποψίαν ἄγοντος τὸ πρᾶγμα καὶ διαβάλλοντος εἶναί τινας τοὺς κινουμένους,2 καὶ κελεύοντος ἀναγινώσκειν τὰ γεγραμμένα, τὸν Καίσαρα τῷ Κάτωνι προσδοῦναι τὸ δελτάριον ἐγγὺς ἑστῶτι.

如果在勾画心灵的画像时,连昭示品性的微小迹象也不容忽略,那么据传:当时恺撒正与加图进行着激烈的角逐和重大的辩论,元老院众人的注意力全系于他们二人身上,有人从外面送进来一封短信给恺撒。加图对此事起了疑心,指斥有人在暗中活动,并命令把写着的内容大声宣读出来,于是恺撒便把这封短信递给了站在附近的加图。

§24.2

τὸν δὲ ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἐπιστόλιον ἀκόλαστον πρὸς τὸν Καίσαρα γεγραμμένον, ἐρώσης καὶ διεφθαρμένης ὑπʼ αὐτοῦ, προσρῖψαί τε τῷ Καίσαρι καὶ εἰπεῖν, κράτει, μέθυσε,3 καὶ πάλιν οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον τραπέσθαι.

加图读后,发现那是他的姊妹塞尔维利娅写给恺撒的一封风骚放荡的短信——她爱慕恺撒且已被他诱奸——加图便将信摔向恺撒,说道:“拿去吧,醉鬼!”然后就这样重新回到原先的演说中去。

§24.3

φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος ἡ γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ Καίσαρι κακῶς ἤκουσε· τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου διʼ ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐδʼ ἡ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.

看来,加图家中的妇人整体上成了他的不幸。因为这位姊妹固然因恺撒而名声狼藉,而另一位塞尔维利娅,也是加图的姊妹,行径更为丑陋。她嫁给了按名望名列罗马人之冠的名人卢库鲁斯,并且生了一个孩子,却因放荡而被逐出家门。最令人感到羞耻的是,连加图的妻子阿蒂莉娅也未能免于此类过错;尽管加图与她育有两个孩子,却仍不得不因她的不端行为而将她休逐。

语法注3 条
  1. 24.1ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους

    阳性宾格复数分词 ὑπογραφομένους 与无人称动词 δεῖ 所带不定式 παραλιπεῖν 的逻辑主语(泛指作者或人们的 ἡμᾶς)一致,意为“如同勾画心灵肖像之人”。

  2. 24.1εἶναί τινας τοὺς κινουμένους

    由 διαβάλλοντος 引导的间接引语宾格加不定式结构。冠词分词 τοὺς κινουμένους(那些活动者/煽动谋反者)作主语,不定代词 τινας 作表语,指加图指控“暗中有所活动者实有其人”。

  3. 24.2κράτει, μέθυσε

    κρατέω 的现在时命令式 κράτει 意为“拿去吧”或“收着吧”。呼格名词 μέθυσε 意为“酒鬼”“醉汉”,是加图对恺撒蔑视的斥骂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:24.1-24.3