- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:23.1-23.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院的倾向倒向恺撒的宽大主张之际,加图起立激烈抨击西拉努斯与恺撒,最终扭转局势使元老院表决通过死刑;西塞罗动用速记方法记录了这篇演说,使其成为加图唯一流传于世的演说。
γενομένης δὲ τοιαύτης τῆς τροπῆς καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, ὁ Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετʼ ὀργῆς καὶ πάθους, τόν τε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος, καὶ δεδιττομένου τὴν βουλὴν ἐφʼ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει1 καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων2 πολεμίους καὶ τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι3 πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλʼ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.
当发生这样的转折,众人皆倒向更为温和与宽厚的处置时,加图站起来发表意见,带着愤怒与激昂立即发表演说;他一面责备西拉努斯的变节,一面抨击恺撒,指责他以亲民的姿态和仁慈的辞令颠覆城邦,并且在恺撒本人理当感到恐惧、若能在已发生之事上免受惩处与嫌疑便该心满意足的关头,反倒恐吓起元老院来;加图指斥他如此公然且狂妄地抢救公敌,公然承认自己不怜惜险遭毁灭的如此伟大而幅员广阔的祖国,反倒为那些本不该出生或活在世上的人哭泣哀号,尽管那些人若被处死,就能使城邦摆脱巨大的屠杀与危险。
τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί φασι τόν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτα ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβαλόντος. οὔπω γὰρ ἤσκουν οὐδʼ ἐκέκτηντο τοὺς καλουμένους σημειογράφους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δʼ οὖν ὁ Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.
据说在加图发表的所有演说中,唯有这一篇流传了下来,这是因为执政官西塞罗预先向文书中最敏捷的人传授了一种符号,用细小简短的形态便能代表许多字母的力量,然后将他们分散安置在元老院议事堂的各处。因为当时他们尚未训练也没有所谓的速记员,人们说速记术正是从那时起才初露端倪。无论如何,加图占据了上风并转变了众人的意见,致使元老院投票判处那些人死刑。
- 23.2ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει
ἀγαπάω εἰ... 是一固定句式,意为“若……便当心满意足/庆幸”。ἀπαλλάξει 虽然是将来主动语态形式,但在此具有不及物含义,表示“免受惩处而脱身”。
- 23.2ἐξαρπάζων
承接此前修饰 τοῦ Καίσαρος 的属格分词结构 ὡς... ἀνατρέποντος... καὶ δεδιττομένου,此处在继续斥责恺撒的行为时发生了语法破格(anacoluthon),未沿用属格分词(如 ἐξαρπάζοντος),而是转为了主格分词(ἐξαρπάζων、ὁμολογῶν、δακρύων、ἀνακλαιόμενος),将逻辑上的动作主体视为从属思想中的主格主语。
- 23.2τὴν παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι
成语 παρʼ οὐδὲν ἔρχομαι 接不定词表示“险些……”、“差一点便……”。此处作为定语分词短语修饰 πατρίδα,意为“几乎差一点就遭遇毁灭的祖国”。
