- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图在就任保民官之前便协助执政官西塞罗平定喀提林阴谋。元老院就阴谋主犯的处置进行审议时,起初西拉努斯的极刑主张得到支持,但恺撒起立发言,反对未经审判处决犯人而主张终身监禁,从而彻底扭转了元老院的议案倾向。
πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ1 καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. αὐτὸς μὲν γὰρ ὁ Κατιλίνας ὀλέθριόν τε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγχθεὶς ὑπὸ τοῦ Κικέρωνος ἐξέπεσε τῆς πόλεως, Λέντλος δὲ καὶ Κέθηγος καὶ μετʼ αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ πολέμοις ἀλλοφύλοις ἀνατρέπειν.
在就任保民官之前,当西塞罗担任执政官时,加图便在许多其他斗争中支撑着他的长官之职,并为有关喀提林的最重大且最光辉的事业画上了句号。因为喀提林本人企图给罗马国家带来毁灭性且彻底的颠覆,并同时煽动内讧与战争,但在被西塞罗揭露后逃出了这座城池。然而,伦图卢斯与策特古斯以及与他们同谋的众多人接手了阴谋,指责喀提林在图谋中表现软弱与器量狭小,他们自己决意用火将这座城彻底毁灭,并通过各族的反叛与外族的战争来倾覆帝国的统治。
φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, καὶ Κικέρωνος ἐν βουλῇ γνώμην προθέντος, ὁ μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετʼ αὐτὸν ἐφεξῆς ἠκολούθησαν, ἄχρι Καίσαρος.
当他们的筹备败露,西塞罗在元老院提出动议时,第一个发言的西拉努斯表明自己的意见,认为那些人应当承受极刑;排在他之后的人也相继附和,直到轮到恺撒。
Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο2 βουλόμενος αὔξειν μᾶλλον ἢ σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας,3 εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν, οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδʼ αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν· ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.
但恺撒站了起来——他既辩才出众,又把城中的一切变革与骚动视作自己图谋的燃料,想要加以助长而不愿坐视其熄灭——他在发表了许多动人且宽厚的说辞之后,不同意未经审判便处决那些人,而是主张将他们拘禁看押。他这番话彻底改变了元老院的倾向——元老院对平民深怀畏惧——以至于连西拉努斯也改口否认,声称自己所说的也并非死刑,而是拘禁;因为对一个罗马人而言,这才是所有灾祸中最为极端之物。
- 22.1ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ
主句的主语是承接前章的加图,而代词 αὐτοῦ 指代西塞罗,其行文呼应紧接在前面的属格独立结构 Κικέρωνος ὑπατεύοντος 中的 Κικέρωνος。
- 22.4ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο
关系代词 ὧν 融合了先行词(即 τούτων ἅ 因吸引而变为 ὧν)。名词 ὕλην 作为宾语 πᾶσαν μεταβολὴν καὶ κίνησιν 的同位谓语成分,意为“好比是他自己所谋划之事的薪柴/燃料”。
- 22.4ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας
οὐκ εἴα 是未完成过去时,表示坚决的反对或制止(“不同意/不允许”)。ἀκρίτους 是修饰 τοὺς ἄνδρας 的谓语性宾格(“未经审判地”)。
