- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:21.1-21.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图在市民支持下当选保民官,随即发誓起诉执政官选举中的贿选,并除开内兄西拉努斯而起诉了穆雷纳。穆雷纳派出的监督者为其光明磊落所折服;庭审中西塞罗调侃斯多亚派引来加图的幽默回应,而无罪获释后的穆雷纳亦对加图始终敬重有加。
τὸ μὲν οὖν πρῶτον ὀλίγοι περὶ τὸν Κάτωνά τῶν φίλων ἦσαν φανερᾶς δέ τῆς γνώμης αὐτοῦ γενομένης, ὀλίγου χρόνου πάντες οἱ χρηστοὶ καὶ γνώριμοι συνέτρεχον καὶ παρεκάλουν καὶ παρεθάρρυνον αὐτὸν, ὡς οὐ λαμβάνοντα χάριν, ἀλλὰ τὴν μεγίστην διδόντα τῇ πατρίδι καὶ τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν, ὅτι πολλάκις ἀπραγμόνως ἄρξαι παρὸν1 οὐ θελήσας, νῦν ὑπὲρ τῆς ἐλευθερίας καὶ πολιτείας ἀγωνιούμενος οὐκ ἀκινδύνως κάτεισι.
起初,聚在加图身边的友人寥寥无几;但当他的意图传开后,不久所有的良善之士与知名人士便纷纷汇聚而来,鼓励并勉励他,认为他并非在接受恩惠,而是在给祖国和最正直的公民施予极大的恩惠,因为他曾多次在无需劳心费力即可任职的情况下不愿就任,如今却为了自由与政制而甘冒危险,下场奋战。
λέγεται δέ, πολλῶν ὑπὸ σπουδῆς καὶ φιλοφροσύνης ὠθουμένων πρὸς αὐτὸν, ἐν κινδύνῳ γενόμενος μόλις ἐξικέσθαι διὰ πλῆθος εἰς τὴν ἀγοράν. ἀποδειχθεὶς δὲ δήμαρχος σὺν ἑτέροις, καὶ τῷ Μετέλλῳ, τὰς ὑπατικὰς ἀρχαιρεσίας ὁρῶν ὠνίους οὔσας, ἐπετίμησε τῷ δήμῳ· καὶ καταπαύων τὸν λόγον ἐπώμοσε τοῦ δόντος ἀργύριον, ὅστις ἂν ᾖ, κατηγορήσειν, ἕνα Σιλανὸν ὑπεξελόμενος διʼ οἰκειότητα. Σερβιλίαν γὰρ ἀδελφὴν Κάτωνος ὁ Σιλανὸς εἶχε.
据说,由于众人出于热忱与好意向他拥挤而来,他陷入危险,因人多而好不容易才抵达广场。他与其他人以及梅特路斯一同被任命为保民官后,眼见执政官选举充斥贿选,便严厉斥责了民众;在结束演说之际,他发誓无论行贿者是谁都要提出控告,仅因亲戚关系而将西拉努斯一人除外。因为西拉努斯娶了加图的姐妹塞尔维莉娅为妻。
διὸ τοῦτον μὲν παρῆκε, Λεύκιον δὲ Μουρήναν ἐδίωκεν ἀργυρίῳ διαπραξάμενον ἄρχοντα μετὰ τοῦ Σιλανοῦ γενέσθαι, νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος,2 ὥστε μὴ λαθεῖν ἃ συνάγει καὶ παρασκευάζεται πρὸς τὴν κατηγορίαν, ὁ τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μηδὲ ἀδίκως,3 ἀλλὰ γενναίως τε καὶ φιλανθρώπως ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος ὥστε κατʼ ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος εἰ μέλλει τι σήμερον πραγματεύσασθαι τῶν περὶ τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη,4 πιστεύων ἀπῄει.
因此他放过了此人,而起诉了用金钱打通关节得以与西拉努斯一同成为长官的卢基乌斯·穆雷纳。根据某项法律,被告总要向控告人派遣一名监督者,以免控告人搜集并筹备的起诉材料脱离掌握。穆雷纳派到加图身边的那名监督者在尾随盯防的过程中,见他毫无阴谋狡诈,亦无不义之举,反倒光明磊落、宽厚和蔼地走着一条坦荡公正的控诉之路,便对他的气度与品格钦佩备至,以至于他在广场走上前去或来到加图门前,向加图询问今天是否有任何起诉相关的事务要处理;如果加图说没有,他便深信不疑地离去。
τῆς δὲ δίκης λεγομένης ὁ Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνά τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων γέλωτα παρεῖχε τοῖς δικασταῖς. τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας εἰπεῖν ὦ ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν.
审判进行时,时任执政官并为穆雷纳辩护的西塞罗,因加图的缘故对斯多亚派哲学家以及所谓悖论的学说大加嘲弄和讽刺,引得陪审官哄堂大笑。据说加图当时微微一笑,对身旁的人说道: “先生们,我们有这样一位多么可笑的执政官啊!”
ἀποφυγὼν δὲ ὁ Μουρήνας οὐ πονηροῦ πάθος οὐδὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.
穆雷纳被宣告无罪后,对加图所表现出的态度绝非卑劣或愚蠢之人所有;在担任执政官期间,他在重大事务上皆向加图咨询,并在其他事情上始终尊崇并信任他。这全因加图本人所致:他在讲坛与议事厅中为了正义而严苛可畏,但在事后却对所有人亲善仁厚。
- 21.1ἀπραγμόνως ἄρξαι παρὸν
παρόν 是无人称动词 πάρεστι(可能)的分词宾格,构成绝对宾格结构(accusative absolute),在此表让步(“尽管原本可以不费力地任职”),后接不定词 ἄρξαι。
- 21.3νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος
τοῦ φεύγοντος ... διδόντος 构成属格绝对结构(“被告派出监视者”)。与格短语 νόμῳ τινί 表依据或准则(“依某项法律”),修饰分词 διδόντος。
- 21.3ὁ τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μηδὲ ἀδίκως
全句主语是带冠词的被动分词 ὁ ... δοθείς(“被指派给加图的人”),连同修饰它的分词 παρακολουθῶν καὶ παραφυλάττων。随后插入由 ὡς 引导的状语从句(ὡς ἑώρα...),其后方才接出主句动词 οὕτως ἐθαύμαζε。
- 21.4εἰ δὲ μὴ φαίη
希求法动词 φαίη 在条件从句中表示过去习惯性/反复性条件(past general condition),与主句的未完成过去时 ἀπῄει(“便离去 / 总是离去”)相呼应,意为“如果加图说不(每当加图否认时)”。
