← 普鲁塔克

小加图传

§20.1-20.3

对抗梅特路斯·内波斯与竞选保民官

加图起初认为在平日滥用保民官权能并不恰当,因而前往外地庄园;但得知庞培派的梅特路斯·内波斯返京竞选后,他为捍卫自由亦毅然回城参选,以发挥否决权进行对抗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς·

虽然有许多人促请他出任保民官,但他认为将巨大权能与官职的力量,如同一味猛药般虚掷在非必要之事上,实非所宜。同时适逢公务闲暇,他便带着书籍与哲学家前往卢卡尼亚,他在那里拥有足以从事高尚雅趣的田产。

§20.2

εἶτα καθʼ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, οὐκ ἴστε, εἶπεν, ὅτι καὶ καθʼ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων;

随后在路上,他遇见了许多驮畜、辎重和随从,获悉梅特路斯·内波斯正准备竞选保民官并返回罗马,他便静静驻足,沉吟片刻后命令自己的人马掉头回去。友人们大为惊异,他说道: “难道你们不知, 梅特路斯仅凭自身的狂妄反复就足以令人畏惧,如今奉庞培之意而来,更会如雷霆般冲击国政、搅乱一切局势吗?

§20.3

οὔκουν σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον1 ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἡ ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον ἢ πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρʼ ἕνα2 ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί.3

因此眼下绝非偷闲或外出之时,而必须制伏此人,否则就应为自由奋战而光荣战死。” 然而在友人们的劝告下,他还是先去了庄园逗留不久,随后便返回城中。他在傍晚抵达,次日清晨便立刻前往广场竞选保民官,意在与梅特路斯抗衡。因为这一官职的威力更多在于阻拦而非作为,哪怕除一人之外其余所有人均投票赞成,权能依然属于那不情愿且出面阻止之人。

语法注3 条
  1. 20.3ἀγωνιζόμενον

    现在分词阳性单数宾格,与无人称动词 δεῖ 所支配的不定词(κρατῆσαι ... ἢ ... ἀποθανεῖν)的逻辑主语(隐含的宾格,指加图本人或泛指斗争者)在格上保持一致。

  2. 20.3παρʼ ἕνα

    介词 παρά 支配宾格 ἕνα 构成的习语,意为“除一人之外”。πάντες οἱ λοιποὶ παρʼ ἕνα 即表示“除了一人之外的其余所有人”。

  3. 20.3τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί

    属格分词短语 τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος 与系动词 ἐστί 连用构成所属属格,意为“权能属于那不情愿且阻止之人”,概括了罗马平民保民官否决权(intercessio)的宪制特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:20.1-20.3